Septante (AT)
Genèse 48:9-14
9εἶπεν δὲ Ιωσηφ τῷ πατρὶ αὐτοῦ Υἱοί μού εἰσιν, οὓς ἔδωκέν μοι ὁ θεὸς ἐνταῦθα. καὶ εἶπεν Ιακωβ Προσάγαγέ μοι αὐτούς, ἵνα εὐλογήσω αὐτούς.
10οἱ δὲ ὀφθαλμοὶ Ισραηλ ἐβαρυώπησαν ἀπὸ τοῦ γήρους, καὶ οὐκ ἠδύνατο βλέπειν· καὶ ἤγγισεν αὐτοὺς πρὸς αὐτόν, καὶ ἐφίλησεν αὐτοὺς καὶ περιέλαβεν αὐτούς.
11καὶ εἶπεν Ισραηλ πρὸς Ιωσηφ Ἰδοὺ τοῦ προσώπου σου οὐκ ἐστερήθην, καὶ ἰδοὺ ἔδειξέν μοι ὁ θεὸς καὶ τὸ σπέρμα σου.
12καὶ ἐξήγαγεν Ιωσηφ αὐτοὺς ἀπὸ τῶν γονάτων αὐτοῦ, καὶ προσεκύνησαν αὐτῷ ἐπὶ πρόσωπον ἐπὶ τῆς γῆς.
13λαβὼν δὲ Ιωσηφ τοὺς δύο υἱοὺς αὐτοῦ, τόν τε Εφραιμ ἐν τῇ δεξιᾷ ἐξ ἀριστερῶν δὲ Ισραηλ, τὸν δὲ Μανασση ἐν τῇ ἀριστερᾷ ἐκ δεξιῶν δὲ Ισραηλ, ἤγγισεν αὐτοὺς αὐτῷ.
14ἐκτείνας δὲ Ισραηλ τὴν χεῖρα τὴν δεξιὰν ἐπέβαλεν ἐπὶ τὴν κεφαλὴν Εφραιμ – οὗτος δὲ ἦν ὁ νεώτεροσ – καὶ τὴν ἀριστερὰν ἐπὶ τὴν κεφαλὴν Μανασση, ἐναλλὰξ τὰς χεῖρας.
Commentaires sur Genèse 48
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires