Septante (AT)
Genèse 30:17-30
17καὶ ἐπήκουσεν ὁ θεὸς Λειας, καὶ συλλαβοῦσα ἔτεκεν τῷ Ιακωβ υἱὸν πέμπτον.
18καὶ εἶπεν Λεια Ἔδωκεν ὁ θεὸς τὸν μισθόν μου ἀνθ οὗ ἔδωκα τὴν παιδίσκην μου τῷ ἀνδρί μου· καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Ισσαχαρ, ὅ ἐστιν Μισθός.
19καὶ συνέλαβεν ἔτι Λεια καὶ ἔτεκεν υἱὸν ἕκτον τῷ Ιακωβ.
20καὶ εἶπεν Λεια Δεδώρηταί μοι ὁ θεὸς δῶρον καλόν· ἐν τῷ νῦν καιρῷ αἱρετιεῖ με ὁ ἀνήρ μου, ἔτεκον γὰρ αὐτῷ υἱοὺς ἕξ· καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Ζαβουλων.
21καὶ μετὰ τοῦτο ἔτεκεν θυγατέρα καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτῆς Δινα.
22Ἐμνήσθη δὲ ὁ θεὸς τῆς Ραχηλ, καὶ ἐπήκουσεν αὐτῆς ὁ θεὸς καὶ ἀνέῳξεν αὐτῆς τὴν μήτραν,
23καὶ συλλαβοῦσα ἔτεκεν τῷ Ιακωβ υἱόν. εἶπεν δὲ Ραχηλ Ἀφεῖλεν ὁ θεός μου τὸ ὄνειδος·
24καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Ιωσηφ λέγουσα Προσθέτω ὁ θεός μοι υἱὸν ἕτερον.
25Ἐγένετο δὲ ὡς ἔτεκεν Ραχηλ τὸν Ιωσηφ, εἶπεν Ιακωβ τῷ Λαβαν Ἀπόστειλόν με, ἵνα ἀπέλθω εἰς τὸν τόπον μου καὶ εἰς τὴν γῆν μου.
26ἀπόδος τὰς γυναῖκάς μου καὶ τὰ παιδία, περὶ ὧν δεδούλευκά σοι, ἵνα ἀπέλθω· σὺ γὰρ γινώσκεις τὴν δουλείαν, ἣν δεδούλευκά σοι.
27εἶπεν δὲ αὐτῷ Λαβαν Εἰ εὗρον χάριν ἐναντίον σου, οἰωνισάμην ἄν· εὐλόγησεν γάρ με ὁ θεὸς τῇ σῇ εἰσόδῳ.
28διάστειλον τὸν μισθόν σου πρός με, καὶ δώσω.
29εἶπεν δὲ αὐτῷ Ιακωβ Σὺ γινώσκεις ἃ δεδούλευκά σοι καὶ ὅσα ἦν κτήνη σου μετ ἐμοῦ·
30μικρὰ γὰρ ἦν ὅσα σοι ἦν ἐναντίον ἐμοῦ, καὶ ηὐξήθη εἰς πλῆθος, καὶ ηὐλόγησέν σε κύριος ἐπὶ τῷ ποδί μου. νῦν οὖν πότε ποιήσω κἀγὼ ἐμαυτῷ οἶκον ;
Commentaires sur Genèse 30
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires