Septante (AT)
Esdras 2:40-63
40καὶ οἱ Λευῖται· υἱοὶ Ἰησοῦ καὶ Καδμιηλ τοῖς υἱοῖς Ωδουια ἑβδομήκοντα τέσσαρες.
41οἱ ᾄδοντες· υἱοὶ Ασαφ ἑκατὸν εἴκοσι ὀκτώ.
42υἱοὶ τῶν πυλωρῶν· υἱοὶ Σαλουμ, υἱοὶ Ατηρ, υἱοὶ Τελμων, υἱοὶ Ακουβ, υἱοὶ Ατιτα, υἱοὶ Σαβαου, οἱ πάντες ἑκατὸν τριάκοντα ἐννέα.
43οἱ ναθιναῖοι· υἱοὶ Σουια, υἱοὶ Ασουφε, υἱοὶ Ταβαωθ,
44υἱοὶ Κηραος, υἱοὶ Σωηα, υἱοὶ Φαδων,
45υἱοὶ Λαβανω, υἱοὶ Αγαβα, υἱοὶ Ακαβωθ,
46υἱοὶ Αγαβ, υἱοὶ Σαμαλαι, υἱοὶ Αναν,
47υἱοὶ Κεδελ, υἱοὶ Γαερ, υἱοὶ Ρεηα,
48υἱοὶ Ρασων, υἱοὶ Νεκωδα, υἱοὶ Γαζεμ,
49υἱοὶ Ουσα, υἱοὶ Φαση, υἱοὶ Βασι,
50υἱοὶ Ασενα, υἱοὶ Μαωνιμ, υἱοὶ Ναφισων,
51υἱοὶ Βακβουκ, υἱοὶ Ακιφα, υἱοὶ Αρουρ,
52υἱοὶ Βασαλωθ, υἱοὶ Μαουδα, υἱοὶ Αρησα,
53υἱοὶ Βαρκους, υἱοὶ Σισαρα, υἱοὶ Θεμα,
54υἱοὶ Νασουε, υἱοὶ Ατουφα.
55υἱοὶ Αβδησελμα· υἱοὶ Σατι, υἱοὶ Ασεφηραθ, υἱοὶ Φαδουρα,
56υἱοὶ Ιεηλα, υἱοὶ Δαρκων, υἱοὶ Γεδηλ,
57υἱοὶ Σαφατια, υἱοὶ Ατιλ, υἱοὶ Φαχεραθ – ασεβωιν, υἱοὶ Ημι.
58πάντες οἱ ναθινιν καὶ υἱοὶ Αβδησελμα τριακόσιοι ἐνενήκοντα δύο.
59καὶ οὗτοι οἱ ἀναβάντες ἀπὸ Θελμελεθ, Θελαρησα, Χαρουβ, Ηδαν, Εμμηρ καὶ οὐκ ἠδυνάσθησαν τοῦ ἀναγγεῖλαι οἶκον πατριᾶς αὐτῶν καὶ σπέρμα αὐτῶν εἰ ἐξ Ισραηλ εἰσίν·
60υἱοὶ Δαλαια, υἱοὶ Βουα, υἱοὶ Τωβια, υἱοὶ Νεκωδα, ἑξακόσιοι πεντήκοντα δύο.
61καὶ ἀπὸ τῶν υἱῶν τῶν ἱερέων· υἱοὶ Χαβια, υἱοὶ Ακους, υἱοὶ Βερζελλαι, ὃς ἔλαβεν ἀπὸ θυγατέρων Βερζελλαι τοῦ Γαλααδίτου γυναῖκα καὶ ἐκλήθη ἐπὶ τῷ ὀνόματι αὐτῶν·
62οὗτοι, ἐζήτησαν γραφὴν αὐτῶν οἱ μεθωεσιμ, καὶ οὐχ εὑρέθησαν· καὶ ἠγχιστεύθησαν ἀπὸ τῆς ἱερατείας,
63καὶ εἶπεν Αθερσαθα αὐτοῖς τοῦ μὴ φαγεῖν ἀπὸ τοῦ ἁγίου τῶν ἁγίων, ἕως ἀναστῇ ἱερεὺς τοῖς φωτίζουσιν καὶ τοῖς τελείοις.
Commentaires sur Esdras 2
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires