2 Samuel 23
LXX
Commentaires

Afficher dans le texte

Jusqu’à 5 commentaires à la fois. Chaque extrait s’ouvre en entier.

Septante (AT)

2 Samuel 23:9-28

9καὶ μετ αὐτὸν Ελεαζαρ υἱὸς πατραδέλφου αὐτοῦ υἱὸς Σουσίτου ἐν τοῖς τρισὶν δυνατοῖς. οὗτος ἦν μετὰ Δαυιδ ἐν Σερραν, καὶ ἐν τῷ ὀνειδίσαι αὐτὸν ἐν τοῖς ἀλλοφύλοις συνήχθησαν ἐκεῖ εἰς πόλεμον, καὶ ἀνέβησαν ἀνὴρ Ισραηλ·

10αὐτὸς ἀνέστη καὶ ἐπάταξεν ἐν τοῖς ἀλλοφύλοις, ἕως οὗ ἐκοπίασεν ἡ χεὶρ αὐτοῦ καὶ προσεκολλήθη ἡ χεὶρ αὐτοῦ πρὸς τὴν μάχαιραν, καὶ ἐποίησεν κύριος σωτηρίαν μεγάλην ἐν τῇ ἡμέρᾳ ἐκείνῃ· καὶ ὁ λαὸς ἐκάθητο ὀπίσω αὐτοῦ πλὴν ἐκδιδύσκειν.

11καὶ μετ αὐτὸν Σαμαια υἱὸς Ασα ὁ Αρουχαῖος. καὶ συνήχθησαν οἱ ἀλλόφυλοι εἰς Θηρία, καὶ ἦν ἐκεῖ μερὶς τοῦ ἀγροῦ πλήρης φακοῦ, καὶ ὁ λαὸς ἔφυγεν ἐκ προσώπου ἀλλοφύλων·

12καὶ ἐστηλώθη ἐν μέσῳ τῆς μερίδος καὶ ἐξείλατο αὐτὴν καὶ ἐπάταξεν τοὺς ἀλλοφύλους, καὶ ἐποίησεν κύριος σωτηρίαν μεγάλην.

13καὶ κατέβησαν τρεῖς ἀπὸ τῶν τριάκοντα καὶ ἦλθον εἰς Κασων πρὸς Δαυιδ εἰς τὸ σπήλαιον Οδολλαμ, καὶ τάγμα τῶν ἀλλοφύλων παρενέβαλον ἐν τῇ κοιλάδι Ραφαιμ·

14καὶ Δαυιδ τότε ἐν τῇ περιοχῇ, καὶ τὸ ὑπόστημα τῶν ἀλλοφύλων τότε ἐν Βαιθλεεμ.

15καὶ ἐπεθύμησεν Δαυιδ καὶ εἶπεν Τίς ποτιεῖ με ὕδωρ ἐκ τοῦ λάκκου τοῦ ἐν Βαιθλεεμ τοῦ ἐν τῇ πύλῃ ; τὸ δὲ σύστημα τῶν ἀλλοφύλων τότε ἐν Βαιθλεεμ.

16καὶ διέρρηξαν οἱ τρεῖς δυνατοὶ ἐν τῇ παρεμβολῇ τῶν ἀλλοφύλων καὶ ὑδρεύσαντο ὕδωρ ἐκ τοῦ λάκκου τοῦ ἐν Βαιθλεεμ τοῦ ἐν τῇ πύλῃ καὶ ἔλαβαν καὶ παρεγένοντο πρὸς Δαυιδ, καὶ οὐκ ἠθέλησεν πιεῖν αὐτὸ καὶ ἔσπεισεν αὐτὸ τῷ κυρίῳ

17καὶ εἶπεν Ἵλεώς μοι, κύριε, τοῦ ποιῆσαι τοῦτο· εἰ αἷμα τῶν ἀνδρῶν τῶν πορευθέντων ἐν ταῖς ψυχαῖς αὐτῶν πίομαι ; καὶ οὐκ ἠθέλησεν πιεῖν αὐτό. ταῦτα ἐποίησαν οἱ τρεῖς δυνατοί.

18Καὶ Αβεσσα ἀδελφὸς Ιωαβ υἱὸς Σαρουιας, αὐτὸς ἄρχων ἐν τοῖς τρισίν. καὶ αὐτὸς ἐξήγειρεν τὸ δόρυ αὐτοῦ ἐπὶ τριακοσίους τραυματίας, καὶ αὐτῷ ὄνομα ἐν τοῖς τρισίν·

19ἐκ τῶν τριῶν ἐκείνων ἔνδοξος, καὶ ἐγένετο αὐτοῖς εἰς ἄρχοντα, καὶ ἕως τῶν τριῶν οὐκ ἦλθεν.

20καὶ Βαναιας υἱὸς Ιωδαε, ἀνὴρ αὐτὸς πολλοστὸς ἔργοις ἀπὸ Καβεσεηλ. καὶ αὐτὸς ἐπάταξεν τοὺς δύο υἱοὺς αριηλ τοῦ Μωαβ· καὶ αὐτὸς κατέβη καὶ ἐπάταξε τὸν λέοντα ἐν μέσῳ τοῦ λάκκου ἐν τῇ ἡμέρᾳ τῆς χιόνος·

21αὐτὸς ἐπάταξεν τὸν ἄνδρα τὸν Αἰγύπτιον, ἄνδρα ὁρατόν, ἐν δὲ τῇ χειρὶ τοῦ Αἰγυπτίου δόρυ ὡς ξύλον διαβάθρας, καὶ κατέβη πρὸς αὐτὸν ἐν ῥάβδῳ καὶ ἥρπασεν τὸ δόρυ ἐκ τῆς χειρὸς τοῦ Αἰγυπτίου καὶ ἀπέκτεινεν αὐτὸν ἐν τῷ δόρατι αὐτοῦ.

22ταῦτα ἐποίησεν Βαναιας υἱὸς Ιωδαε, καὶ αὐτῷ ὄνομα ἐν τοῖς τρισὶν τοῖς δυνατοῖς·

23ἐκ τῶν τριῶν ἔνδοξος, καὶ πρὸς τοὺς τρεῖς οὐκ ἦλθεν· καὶ ἔταξεν αὐτὸν Δαυιδ εἰς τὰς ἀκοὰς αὐτοῦ.

24Καὶ ταῦτα τὰ ὀνόματα τῶν δυνατῶν Δαυιδ βασιλέως· Ασαηλ ἀδελφὸς Ιωαβ [οὗτος ἐν τοῖς τριάκοντα], Ελεαναν υἱὸς Δουδι πατραδέλφου αὐτοῦ ἐν Βαιθλεεμ,

25Σαμαι ὁ Αρουδαῖος, Ελικα ὁ Αρωδαῖος,

26Ελλης ὁ Φελωθι, Ιρας υἱὸς Εκκας ὁ Θεκωίτης,

27Αβιεζερ ὁ Αναθωθίτης ἐκ τῶν υἱῶν τοῦ Ασωθίτου,

28Σελμων ὁ Αωίτης, Μοορε ὁ Νετωφαθίτης,

Lire 2 Samuel 23 en entier

Commentaires sur 2 Samuel 23

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org