Septante (AT)
1 Chroniques 6:53
53καὶ τὴν Ιεκμααμ καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Βαιθωρων καὶ τὰ περισπόρια αὐτῆς
1 Chroniques 6:53 dans d’autres versions
Contexte de 1 Chroniques 6:53
51καὶ ἀπὸ τῶν πατριῶν υἱῶν Κααθ καὶ ἐγένοντο πόλεις τῶν ὁρίων αὐτῶν ἐκ φυλῆς Εφραιμ. 52καὶ ἔδωκαν αὐτῷ τὰς πόλεις τῶν φυγαδευτηρίων, τὴν Συχεμ καὶ τὰ περισπόρια αὐτῆς ἐν ὄρει Εφραιμ καὶ τὴν Γαζερ καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Ιεκμααμ καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Βαιθωρων καὶ τὰ περισπόρια αὐτῆς 54καὶ τὴν Εγλαμ καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Γεθρεμμων καὶ τὰ περισπόρια αὐτῆς 55καὶ ἀπὸ τοῦ ἡμίσους φυλῆς Μανασση τὴν Αναρ καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Ιεβλααμ καὶ τὰ περισπόρια αὐτῆς κατὰ πατριὰν τοῖς υἱοῖς Κααθ τοῖς καταλοίποις.
Lire 1 Chroniques 6 en entier1 Chroniques 6:53 mot à mot
צָד֥וֹק בְּנ֖וֹ אֲחִימַ֥עַץ בְּנֽוֹ׃ סLire en interlinéaire
Mots relevés dans la LSG.
Références croisées de 1 Chroniques 6:53
- 1 Chroniques 6:8Ελκανα υἱὸς αὐτοῦ, καὶ Αβιασαφ υἱὸς αὐτοῦ, Ασιρ υἱὸς αὐτοῦ,
- 1 Chroniques 12:28καὶ Ιωαδαε ὁ ἡγούμενος τῷ Ααρων καὶ μετ αὐτοῦ τρεῖς χιλιάδες καὶ ἑπτακόσιοι·
- 1 Chroniques 23:16υἱοὶ Γηρσαμ· Σουβαηλ ὁ ἄρχων.
- 1 Chroniques 24:3καὶ διεῖλεν αὐτοὺς Δαυιδ καὶ Σαδωκ ἐκ τῶν υἱῶν Ελεαζαρ καὶ Αχιμελεχ ἐκ τῶν υἱῶν Ιθαμαρ κατὰ τὴν ἐπίσκεψιν αὐτῶν κατὰ τὴν λειτουργίαν αὐτῶν κατ οἴκους πατριῶν αὐτῶν.
- 1 Samuel 2:35καὶ ἀναστήσω ἐμαυτῷ ἱερέα πιστόν, ὃς πάντα τὰ ἐν τῇ καρδίᾳ μου καὶ τὰ ἐν τῇ ψυχῇ μου ποιήσει· καὶ οἰκοδομήσω αὐτῷ οἶκον πιστόν, καὶ διελεύσεται ἐνώπιον χριστοῦ μου πάσας τὰς ἡμέρας.
- 2 Samuel 8:17καὶ Σαδδουκ υἱὸς Αχιτωβ καὶ Αχιμελεχ υἱὸς Αβιαθαρ ἱερεῖς, καὶ Ασα ὁ γραμματεύς,
- 2 Samuel 15:24καὶ ἰδοὺ καί γε Σαδωκ καὶ πάντες οἱ Λευῖται μετ αὐτοῦ αἴροντες τὴν κιβωτὸν διαθήκης κυρίου ἀπὸ Βαιθαρ καὶ ἔστησαν τὴν κιβωτὸν τοῦ θεοῦ, καὶ ἀνέβη Αβιαθαρ, ἕως ἐπαύσατο πᾶς ὁ λαὸς παρελθεῖν ἐκ τῆς πόλεως.
- 2 Samuel 17:15καὶ εἶπεν Χουσι ὁ τοῦ Αραχι πρὸς Σαδωκ καὶ Αβιαθαρ τοὺς ἱερεῖς Οὕτως καὶ οὕτως συνεβούλευσεν Αχιτοφελ τῷ Αβεσσαλωμ καὶ τοῖς πρεσβυτέροις Ισραηλ, καὶ οὕτως καὶ οὕτως συνεβούλευσα ἐγώ·
- 2 Samuel 20:25καὶ Σουσα γραμματεύς, καὶ Σαδωκ καὶ Αβιαθαρ ἱερεῖς,
- 1 Rois 1:8καὶ Σαδωκ ὁ ἱερεὺς καὶ Βαναιας υἱὸς Ιωδαε καὶ Ναθαν ὁ προφήτης καὶ Σεμει καὶ Ρηι καὶ οἱ δυνατοὶ τοῦ Δαυιδ οὐκ ἦσαν ὀπίσω Αδωνιου.
- 1 Rois 2:35καὶ ἔδωκεν ὁ βασιλεὺς τὸν Βαναιου υἱὸν Ιωδαε ἀντ αὐτοῦ ἐπὶ τὴν στρατηγίαν· καὶ ἡ βασιλεία κατωρθοῦτο ἐν Ιερουσαλημ· καὶ τὸν Σαδωκ τὸν ἱερέα ἔδωκεν ὁ βασιλεὺς εἰς ἱερέα πρῶτον ἀντὶ Αβιαθαρ. (a) Καὶ ἔδωκεν κύριος φρόνησιν τῷ Σαλωμων καὶ σοφίαν πολλὴν σφόδρα καὶ πλάτος καρδίας ὡς ἡ ἄμμος ἡ παρὰ τὴν θάλασσαν, (b) καὶ ἐπληθύνθη ἡ φρόνησις Σαλωμων σφόδρα ὑπὲρ τὴν φρόνησιν πάντων ἀρχαίων υἱῶν καὶ ὑπὲρ πάντας φρονίμους Αἰγύπτου. (c) καὶ ἔλαβεν τὴν θυγατέρα Φαραω καὶ εἰσήγαγεν αὐτὴν εἰς τὴν πόλιν Δαυιδ ἕως συντελέσαι αὐτὸν τὸν οἶκον αὐτοῦ καὶ τὸν οἶκον κυρίου ἐν πρώτοις καὶ τὸ τεῖχος Ιερουσαλημ κυκλόθεν· ἐν ἑπτὰ ἔτεσιν ἐποίησεν καὶ συνετέλεσεν. (d) καὶ ἦν τῷ Σαλωμων ἑβδομήκοντα χιλιάδες αἴροντες ἄρσιν καὶ ὀγδοήκοντα χιλιάδες λατόμων ἐν τῷ ὄρει. (e) καὶ ἐποίησεν Σαλωμων τὴν θάλασσαν καὶ τὰ ὑποστηρίγματα καὶ τοὺς λουτῆρας τοὺς μεγάλους καὶ τοὺς στύλους καὶ τὴν κρήνην τῆς αὐλῆς καὶ τὴν θάλασσαν τὴν χαλκῆν. (f) καὶ ᾠκοδόμησεν τὴν ἄκραν καὶ τὰς ἐπάλξεις αὐτῆς καὶ διέκοψεν τὴν πόλιν Δαυιδ· οὕτως θυγάτηρ Φαραω ἀνέβαινεν ἐκ τῆς πόλεως Δαυιδ εἰς τὸν οἶκον αὐτῆς, ὃν ᾠκοδόμησεν αὐτῇ· τότε ᾠκοδόμησεν τὴν ἄκραν. (g) καὶ Σαλωμων ἀνέφερεν τρεῖς ἐν τῷ ἐνιαυτῷ ὁλοκαυτώσεις καὶ εἰρηνικὰς ἐπὶ τὸ θυσιαστήριον, ὃ ᾠκοδόμησεν τῷ κυρίῳ, καὶ ἐθυμία ἐνώπιον κυρίου. καὶ συνετέλεσεν τὸν οἶκον. (h) καὶ οὗτοι οἱ ἄρχοντες οἱ καθεσταμένοι ἐπὶ τὰ ἔργα τοῦ Σαλωμων· τρεῖς χιλιάδες καὶ ἑξακόσιοι ἐπιστάται τοῦ λαοῦ τῶν ποιούντων τὰ ἔργα. (i) καὶ ᾠκοδόμησεν τὴν Ασσουρ καὶ τὴν Μαγδω καὶ τὴν Γαζερ καὶ τὴν Βαιθωρων τὴν ἐπάνω καὶ τὰ Βααλαθ· (k) πλὴν μετὰ τὸ οἰκοδομῆσαι αὐτὸν τὸν οἶκον τοῦ κυρίου καὶ τὸ τεῖχος Ιερουσαλημ κύκλῳ, μετὰ ταῦτα ᾠκοδόμησεν τὰς πόλεις ταύτας. (l) Καὶ ἐν τῷ ἔτι Δαυιδ ζῆν ἐνετείλατο τῷ Σαλωμων λέγων Ἰδοὺ μετὰ σοῦ Σεμει υἱὸς Γηρα υἱὸς σπέρματος τοῦ Ιεμινι ἐκ Χεβρων· (m) οὗτος κατηράσατό με κατάραν ὀδυνηρὰν ἐν ᾗ ἡμέρᾳ ἐπορευόμην εἰς Παρεμβολάς, (n) καὶ αὐτὸς κατέβαινεν εἰς ἀπαντήν μοι ἐπὶ τὸν Ιορδάνην, καὶ ὤμοσα αὐτῷ κατὰ τοῦ κυρίου λέγων Εἰ θανατωθήσεται ἐν ῥομφαίᾳ· (o) καὶ νῦν μὴ ἀθῳώσῃς αὐτόν, ὅτι ἀνὴρ φρόνιμος σὺ καὶ γνώσῃ ἃ ποιήσεις αὐτῷ, καὶ κατάξεις τὴν πολιὰν αὐτοῦ ἐν αἵματι εἰς ᾅδου.
- 1 Rois 4:4καὶ Σαδουχ καὶ Αβιαθαρ ἱερεῖς
- Ézéchiel 44:15οἱ ἱερεῖς οἱ Λευῖται οἱ υἱοὶ τοῦ Σαδδουκ, οἵτινες ἐφυλάξαντο τὰς φυλακὰς τῶν ἁγίων μου ἐν τῷ πλανᾶσθαι οἶκον Ισραηλ ἀπ ἐμοῦ, οὗτοι προσάξουσιν πρός με τοῦ λειτουργεῖν μοι καὶ στήσονται πρὸ προσώπου μου τοῦ προσφέρειν μοι θυσίαν, στέαρ καὶ αἷμα, λέγει κύριος ὁ θεός.
Commentaires sur 1 Chroniques 6:53
Thèmes liés à 1 Chroniques 6:53
Dans les dictionnaires
Commentaires sur 1 Chroniques 6
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires