Scrivener’s Textus Receptus 1894 (NT)
Apocalypse 3:17-19
17ὅτι λέγεις, ὅτι Πλούσιός εἰμι, καὶ πεπλούτηκα καὶ οὐδενὸς χρείαν ἔχω, καὶ οὐκ οἶδας ὅτι σὺ εἶ ὁ ταλαίπωρος καὶ ἐλεεινὸς καὶ πτωχὸς καὶ τυφλὸς καὶ γυμνός·
18συμβουλεύω σοι ἀγοράσαι παρ’ ἐμοῦ χρυσίον πεπυρωμένον ἐκ πυρὸς, ἵνα πλουτήσῃς· καὶ ἱμάτια λευκὰ, ἵνα περιβάλῃ, καὶ μὴ φανερωθῇ ἡ αἰσχύνη τῆς γυμνότητός σου· καὶ κολλούριον ἐγχρῖσον τοὺς ὀφθαλμούς σου, ἵνα βλέπῃς.
19ἐγὼ ὅσους ἐὰν φιλῶ, ἐλέγχω καὶ παιδεύω. ζήλωσον οὖν καὶ μετανόησον.
Commentaires