Scrivener’s Textus Receptus 1894 (NT)
1 Thessaloniciens 5:19-28
19τὸ Πνεῦμα μὴ σβέννυτε·
20προφητείας μὴ ἐξουθενεῖτε·
21πάντα δοκιμάζετε· τὸ καλὸν κατέχετε·
22ἀπὸ παντὸς εἴδους πονηροῦ ἀπέχεσθε.
23Αὐτὸς δὲ ὁ Θεὸς τῆς εἰρήνης ἁγιάσαι ὑμᾶς ὁλοτελεῖς· καὶ ὁλόκληρον ὑμῶν τὸ πνεῦμα καὶ ἡ ψυχὴ καὶ τὸ σῶμα ἀμέμπτως ἐν τῇ παρουσίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τηρηθείη.
24πιστὸς ὁ καλῶν ὑμᾶς, ὃς καὶ ποιήσει.
25Ἀδελφοί, προσεύχεσθε περὶ ἡμῶν.
26Ἀσπάσασθε τοὺς ἀδελφοὺς πάντας ἐν φιλήματι ἁγίῳ.
27ὀρκίζω ὑμᾶς τὸν Κύριον, ἀναγνωσθῆναι τὴν ἐπιστολὴν πᾶσι τοῖς ἁγίοις ἀδελφοῖς.
28Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μεθ’ ὑμῶν. ἀμήν.
Commentaires