Luc 23
SBLGNT
Commentaires

Afficher dans le texte

Jusqu’à 5 commentaires à la fois. Chaque extrait s’ouvre en entier.

SBL NT. Grec (NT)

Luc 23:27-49

27Ἠκολούθει δὲ αὐτῷ πολὺ πλῆθος τοῦ λαοῦ καὶ γυναικῶν ⸀αἳ ἐκόπτοντο καὶ ἐθρήνουν αὐτόν.

28στραφεὶς δὲ πρὸς αὐτὰς ⸀ὁ Ἰησοῦς εἶπεν· Θυγατέρες Ἰερουσαλήμ, μὴ κλαίετε ἐπ’ ἐμέ· πλὴν ἐφ’ ἑαυτὰς κλαίετε καὶ ἐπὶ τὰ τέκνα ὑμῶν,

29ὅτι ἰδοὺ ἔρχονται ἡμέραι ἐν αἷς ἐροῦσιν Μακάριαι αἱ στεῖραι καὶ ⸀αἱ κοιλίαι αἳ οὐκ ἐγέννησαν καὶ μαστοὶ οἳ οὐκ ⸀ἔθρεψαν.

30τότε ἄρξονται λέγειν τοῖς ὄρεσιν· Πέσετε ἐφ’ ἡμᾶς, καὶ τοῖς βουνοῖς· Καλύψατε ἡμᾶς·

31ὅτι εἰ ἐν ⸀τῷ ὑγρῷ ξύλῳ ταῦτα ποιοῦσιν, ἐν τῷ ξηρῷ τί γένηται;

32Ἤγοντο δὲ καὶ ἕτεροι ⸂κακοῦργοι δύο⸃ σὺν αὐτῷ ἀναιρεθῆναι.

33καὶ ὅτε ⸀ἦλθον ἐπὶ τὸν τόπον τὸν καλούμενον Κρανίον, ἐκεῖ ἐσταύρωσαν αὐτὸν καὶ τοὺς κακούργους, ὃν μὲν ἐκ δεξιῶν ὃν δὲ ἐξ ἀριστερῶν.

34⸂ὁ δὲ Ἰησοῦς ἔλεγεν· Πάτερ, ἄφες αὐτοῖς, οὐ γὰρ οἴδασιν τί ποιοῦσιν.⸃ διαμεριζόμενοι δὲ τὰ ἱμάτια αὐτοῦ ἔβαλον ⸀κλήρους.

35καὶ εἱστήκει ὁ λαὸς θεωρῶν. ἐξεμυκτήριζον δὲ καὶ οἱ ⸀ἄρχοντες λέγοντες· Ἄλλους ἔσωσεν, σωσάτω ἑαυτόν, εἰ οὗτός ἐστιν ὁ χριστὸς ⸂τοῦ θεοῦ, ὁ⸃ ἐκλεκτός.

36⸀ἐνέπαιξαν δὲ αὐτῷ καὶ οἱ στρατιῶται προσερχόμενοι, ⸀ὄξος προσφέροντες αὐτῷ

37καὶ λέγοντες· Εἰ σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων, σῶσον σεαυτόν.

38ἦν δὲ καὶ ⸀ἐπιγραφὴ ἐπ’ ⸀αὐτῷ· Ὁ βασιλεὺς τῶν Ἰουδαίων ⸀οὗτος.

39Εἷς δὲ τῶν κρεμασθέντων κακούργων ἐβλασφήμει αὐτόν ⸀λέγων· ⸀Οὐχὶ σὺ εἶ ὁ χριστός; σῶσον σεαυτὸν καὶ ἡμᾶς.

40ἀποκριθεὶς δὲ ὁ ἕτερος ⸂ἐπιτιμῶν αὐτῷ ἔφη⸃· Οὐδὲ φοβῇ σὺ τὸν θεόν, ὅτι ἐν τῷ αὐτῷ κρίματι εἶ;

41καὶ ἡμεῖς μὲν δικαίως, ἄξια γὰρ ὧν ἐπράξαμεν ἀπολαμβάνομεν· οὗτος δὲ οὐδὲν ἄτοπον ἔπραξεν.

42καὶ ⸀ἔλεγεν· Ἰησοῦ, μνήσθητί ⸀μου ὅταν ἔλθῃς ⸂ἐν τῇ βασιλείᾳ⸃ σου.

43καὶ εἶπεν ⸀αὐτῷ· Ἀμήν ⸂σοι λέγω⸃ σήμερον μετ’ ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ.

44⸂Καὶ ἦν⸃ ⸀ἤδη ὡσεὶ ὥρα ἕκτη καὶ σκότος ἐγένετο ἐφ’ ὅλην τὴν γῆν ἕως ὥρας ἐνάτης

45⸂τοῦ ἡλίου ἐκλιπόντος⸃, ἐσχίσθη ⸀δὲ τὸ καταπέτασμα τοῦ ναοῦ μέσον.

46καὶ φωνήσας φωνῇ μεγάλῃ ὁ Ἰησοῦς εἶπεν· Πάτερ, εἰς χεῖράς σου ⸀παρατίθεμαι τὸ πνεῦμά μου. ⸂τοῦτο δὲ⸃ εἰπὼν ἐξέπνευσεν.

47Ἰδὼν δὲ ὁ ἑκατοντάρχης τὸ γενόμενον ⸀ἐδόξαζεν τὸν θεὸν λέγων· Ὄντως ὁ ἄνθρωπος οὗτος δίκαιος ἦν.

48καὶ πάντες οἱ συμπαραγενόμενοι ὄχλοι ἐπὶ τὴν θεωρίαν ταύτην, ⸀θεωρήσαντες τὰ γενόμενα, ⸀τύπτοντες τὰ στήθη ὑπέστρεφον.

49εἱστήκεισαν δὲ πάντες οἱ γνωστοὶ ⸀αὐτῷ ⸀μακρόθεν, καὶ γυναῖκες αἱ ⸀συνακολουθοῦσαι αὐτῷ ἀπὸ τῆς Γαλιλαίας, ὁρῶσαι ταῦτα.

Lire Luc 23 en entier

Commentaires sur Luc 23

SBL NT. Grec (NT) — © 2010 Society of Bible Litterature