1 Pierre 4
SBLGNT
Commentaires

Afficher dans le texte

Jusqu’à 5 commentaires à la fois. Chaque extrait s’ouvre en entier.

SBL NT. Grec (NT)

1 Pierre 4:1-9

1Χριστοῦ οὖν ⸀παθόντος σαρκὶ καὶ ὑμεῖς τὴν αὐτὴν ἔννοιαν ὁπλίσασθε, ὅτι ὁ ⸀παθὼν σαρκὶ πέπαυται ⸀ἁμαρτίας,

2εἰς τὸ μηκέτι ἀνθρώπων ἐπιθυμίαις ἀλλὰ θελήματι θεοῦ τὸν ἐπίλοιπον ἐν σαρκὶ βιῶσαι χρόνον.

3ἀρκετὸς ⸀γὰρ ὁ παρεληλυθὼς ⸀χρόνος τὸ ⸀βούλημα τῶν ἐθνῶν ⸀κατειργάσθαι, πεπορευμένους ἐν ἀσελγείαις, ἐπιθυμίαις, οἰνοφλυγίαις, κώμοις, πότοις, καὶ ἀθεμίτοις εἰδωλολατρίαις.

4ἐν ᾧ ξενίζονται μὴ συντρεχόντων ὑμῶν εἰς τὴν αὐτὴν τῆς ἀσωτίας ἀνάχυσιν, βλασφημοῦντες·

5οἳ ἀποδώσουσιν λόγον τῷ ἑτοίμως ⸂ἔχοντι κρῖναι⸃ ζῶντας καὶ νεκρούς·

6εἰς τοῦτο γὰρ καὶ νεκροῖς εὐηγγελίσθη ἵνα κριθῶσι μὲν κατὰ ἀνθρώπους σαρκὶ ζῶσι δὲ κατὰ θεὸν πνεύματι.

7Πάντων δὲ τὸ τέλος ἤγγικεν. σωφρονήσατε οὖν καὶ νήψατε ⸀εἰς προσευχάς·

8πρὸ ⸀πάντων τὴν εἰς ἑαυτοὺς ἀγάπην ἐκτενῆ ἔχοντες, ὅτι ἀγάπη ⸀καλύπτει πλῆθος ἁμαρτιῶν·

9φιλόξενοι εἰς ἀλλήλους ἄνευ ⸀γογγυσμοῦ·

Lire 1 Pierre 4 en entier

Commentaires sur 1 Pierre 4

SBL NT. Grec (NT) — © 2010 Society of Bible Litterature