SBL NT. Grec (NT)
1 Pierre 1:18-25
18εἰδότες ὅτι οὐ φθαρτοῖς, ἀργυρίῳ ἢ χρυσίῳ, ἐλυτρώθητε ἐκ τῆς ματαίας ὑμῶν ἀναστροφῆς πατροπαραδότου,
19ἀλλὰ τιμίῳ αἵματι ὡς ἀμνοῦ ἀμώμου καὶ ἀσπίλου Χριστοῦ,
20προεγνωσμένου μὲν πρὸ καταβολῆς κόσμου, φανερωθέντος δὲ ἐπ’ ⸀ἐσχάτου τῶν χρόνων δι’ ὑμᾶς
21τοὺς δι’ αὐτοῦ ⸀πιστοὺς εἰς θεὸν τὸν ἐγείραντα αὐτὸν ἐκ νεκρῶν καὶ δόξαν αὐτῷ δόντα, ὥστε τὴν πίστιν ὑμῶν καὶ ἐλπίδα εἶναι εἰς θεόν.
22Τὰς ψυχὰς ὑμῶν ἡγνικότες ἐν τῇ ὑπακοῇ τῆς ⸀ἀληθείας εἰς φιλαδελφίαν ἀνυπόκριτον ⸀ἐκ καρδίας ἀλλήλους ἀγαπήσατε ἐκτενῶς,
23ἀναγεγεννημένοι οὐκ ἐκ σπορᾶς φθαρτῆς ἀλλὰ ἀφθάρτου, διὰ λόγου ζῶντος θεοῦ καὶ ⸀μένοντος·
24διότι πᾶσα σὰρξ ὡς χόρτος, καὶ πᾶσα δόξα ⸀αὐτῆς ὡς ἄνθος χόρτου· ἐξηράνθη ὁ χόρτος, καὶ τὸ ⸀ἄνθος ἐξέπεσεν·
25τὸ δὲ ῥῆμα κυρίου μένει εἰς τὸν αἰῶνα. τοῦτο δέ ἐστιν τὸ ῥῆμα τὸ εὐαγγελισθὲν εἰς ὑμᾶς.
Commentaires sur 1 Pierre 1
SBL NT. Grec (NT) — © 2010 Society of Bible Litterature
Commentaires