SBL NT. Grec (NT)
1 Corinthiens 12:24-31
24τὰ δὲ εὐσχήμονα ἡμῶν οὐ χρείαν ⸀ἔχει. ἀλλὰ ὁ θεὸς συνεκέρασεν τὸ σῶμα, τῷ ⸀ὑστεροῦντι περισσοτέραν δοὺς τιμήν,
25ἵνα μὴ ᾖ ⸀σχίσμα ἐν τῷ σώματι, ἀλλὰ τὸ αὐτὸ ὑπὲρ ἀλλήλων μεριμνῶσι τὰ μέλη.
26καὶ ⸀εἴτε πάσχει ἓν μέλος, συμπάσχει πάντα τὰ μέλη· εἴτε δοξάζεται ⸀μέλος, συγχαίρει πάντα τὰ μέλη.
27Ὑμεῖς δέ ἐστε σῶμα Χριστοῦ καὶ μέλη ἐκ μέρους.
28καὶ οὓς μὲν ἔθετο ὁ θεὸς ἐν τῇ ἐκκλησίᾳ πρῶτον ἀποστόλους, δεύτερον προφήτας, τρίτον διδασκάλους, ἔπειτα δυνάμεις, ⸀ἔπειτα χαρίσματα ἰαμάτων, ἀντιλήμψεις, κυβερνήσεις, γένη γλωσσῶν.
29μὴ πάντες ἀπόστολοι; μὴ πάντες προφῆται; μὴ πάντες διδάσκαλοι; μὴ πάντες δυνάμεις;
30μὴ πάντες χαρίσματα ἔχουσιν ἰαμάτων; μὴ πάντες γλώσσαις λαλοῦσιν; μὴ πάντες διερμηνεύουσιν;
31ζηλοῦτε δὲ τὰ χαρίσματα τὰ ⸀μείζονα. καὶ ἔτι καθ’ ὑπερβολὴν ὁδὸν ὑμῖν δείκνυμι.
Commentaires sur 1 Corinthiens 12
SBL NT. Grec (NT) — © 2010 Society of Bible Litterature
Commentaires