Cantique des Cantiques 1
LXX
Commentaires

Afficher dans le texte

Jusqu’à 5 commentaires à la fois. Chaque extrait s’ouvre en entier.

Septante (AT)

Cantique des Cantiques 1:5-17

5Μέλαινά εἰμι καὶ καλή, θυγατέρες Ιερουσαλημ, ὡς σκηνώματα Κηδαρ, ὡς δέρρεις Σαλωμων.

6μὴ βλέψητέ με, ὅτι ἐγώ εἰμι μεμελανωμένη, ὅτι παρέβλεψέν με ὁ ἥλιος· υἱοὶ μητρός μου ἐμαχέσαντο ἐν ἐμοί, ἔθεντό με φυλάκισσαν ἐν ἀμπελῶσιν· ἀμπελῶνα ἐμὸν οὐκ ἐφύλαξα.

7Ἀπάγγειλόν μοι, ὃν ἠγάπησεν ἡ ψυχή μου, ποῦ ποιμαίνεις, ποῦ κοιτάζεις ἐν μεσημβρίᾳ, μήποτε γένωμαι ὡς περιβαλλομένη ἐπ ἀγέλαις ἑταίρων σου.

8Ἐὰν μὴ γνῷς σεαυτήν, ἡ καλὴ ἐν γυναιξίν, ἔξελθε σὺ ἐν πτέρναις τῶν ποιμνίων καὶ ποίμαινε τὰς ἐρίφους σου ἐπὶ σκηνώμασιν τῶν ποιμένων.

9Τῇ ἵππῳ μου ἐν ἅρμασιν Φαραω ὡμοίωσά σε, ἡ πλησίον μου.

10τί ὡραιώθησαν σιαγόνες σου ὡς τρυγόνες, τράχηλός σου ὡς ὁρμίσκοι ;

11ὁμοιώματα χρυσίου ποιήσομέν σοι μετὰ στιγμάτων τοῦ ἀργυρίου.

12Ἕως οὗ ὁ βασιλεὺς ἐν ἀνακλίσει αὐτοῦ, νάρδος μου ἔδωκεν ὀσμὴν αὐτοῦ.

13ἀπόδεσμος τῆς στακτῆς ἀδελφιδός μου ἐμοί, ἀνὰ μέσον τῶν μαστῶν μου αὐλισθήσεται·

14βότρυς τῆς κύπρου ἀδελφιδός μου ἐμοὶ ἐν ἀμπελῶσιν Εγγαδδι.

15Ἰδοὺ εἶ καλή, ἡ πλησίον μου, ἰδοὺ εἶ καλή, ὀφθαλμοί σου περιστεραί.

16Ἰδοὺ εἶ καλός, ὁ ἀδελφιδός μου, καί γε ὡραῖος· πρὸς κλίνη ἡμῶν σύσκιος,

17δοκοὶ οἴκων ἡμῶν κέδροι, φατνώματα ἡμῶν κυπάρισσοι.

Lire Cantique des Cantiques 1 en entier

Commentaires sur Cantique des Cantiques 1

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org