Septante (AT)
Psaumes 75:1-7
1Εἰς τὸ τέλος, ἐν ὕμνοις· ψαλμὸς τῷ Ασαφ, ᾠδὴ πρὸς τὸν Ἀσσύριον.
2Γνωστὸς ἐν τῇ Ιουδαίᾳ ὁ θεός, ἐν τῷ Ισραηλ μέγα τὸ ὄνομα αὐτοῦ.
3καὶ ἐγενήθη ἐν εἰρήνῃ ὁ τόπος αὐτοῦ καὶ τὸ κατοικητήριον αὐτοῦ ἐν Σιων·
4ἐκεῖ συνέτριψεν τὰ κράτη τῶν τόξων, ὅπλον καὶ ῥομφαίαν καὶ πόλεμον. διάψαλμα,
5φωτίζεις σὺ θαυμαστῶς ἀπὸ ὀρέων αἰωνίων.
6ἐταράχθησαν πάντες οἱ ἀσύνετοι τῇ καρδίᾳ, ὕπνωσαν ὕπνον αὐτῶν καὶ οὐχ εὗρον οὐδὲν πάντες οἱ ἄνδρες τοῦ πλούτου ταῖς χερσὶν αὐτῶν.
7ἀπὸ ἐπιτιμήσεώς σου, ὁ θεὸς Ιακωβ, ἐνύσταξαν οἱ ἐπιβεβηκότες τοὺς ἵππους.
Commentaires sur Psaumes 75
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires