Septante (AT)
Proverbes 29:22-27
22ἀνὴρ θυμώδης ὀρύσσει νεῖκος, ἀνὴρ δὲ ὀργίλος ἐξώρυξεν ἁμαρτίας.
23ὕβρις ἄνδρα ταπεινοῖ, τοὺς δὲ ταπεινόφρονας ἐρείδει δόξῃ κύριος.
24ὃς μερίζεται κλέπτῃ, μισεῖ τὴν ἑαυτοῦ ψυχήν· ἐὰν δὲ ὅρκου προτεθέντος ἀκούσαντες μὴ ἀναγγείλωσιν,
25φοβηθέντες καὶ αἰσχυνθέντες ἀνθρώπους ὑπεσκελί σθησαν· ὁ δὲ πεποιθὼς ἐπὶ κύριον εὐφρανθήσεται. ἀσέβεια ἀνδρὶ δίδωσιν σφάλμα· ὃς δὲ πέποιθεν ἐπὶ τῷ δεσπότῃ, σωθήσεται.
26πολλοὶ θεραπεύουσιν πρόσωπα ἡγουμένων, παρὰ δὲ κυρίου γίνεται τὸ δίκαιον ἀνδρί.
27βδέλυγμα δικαίοις ἀνὴρ ἄδικος, βδέλυγμα δὲ ἀνόμῳ κατευθύνουσα ὁδός. –
Commentaires sur Proverbes 29
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires