Nombres 16
LXX
Commentaires

Afficher dans le texte

Jusqu’à 5 commentaires à la fois. Chaque extrait s’ouvre en entier.

Septante (AT)

Nombres 16:6-14

6τοῦτο ποιήσατε· λάβετε ὑμῖν αὐτοῖς πυρεῖα, Κορε καὶ πᾶσα ἡ συναγωγὴ αὐτοῦ,

7καὶ ἐπίθετε ἐπ αὐτὰ πῦρ καὶ ἐπίθετε ἐπ αὐτὰ θυμίαμα ἔναντι κυρίου αὔριον, καὶ ἔσται ὁ ἀνήρ, ὃν ἂν ἐκλέξηται κύριος, οὗτος ἅγιος· ἱκανούσθω ὑμῖν, υἱοὶ Λευι.

8καὶ εἶπεν Μωυσῆς πρὸς Κορε Εἰσακούσατέ μου, υἱοὶ Λευι.

9μὴ μικρόν ἐστιν τοῦτο ὑμῖν ὅτι διέστειλεν ὁ θεὸς Ισραηλ ὑμᾶς ἐκ συναγωγῆς Ισραηλ καὶ προσηγάγετο ὑμᾶς πρὸς ἑαυτὸν λειτουργεῖν τὰς λειτουργίας τῆς σκηνῆς κυρίου καὶ παρίστασθαι ἔναντι τῆς συναγωγῆς λατρεύειν αὐτοῖς ;

10καὶ προσηγάγετό σε καὶ πάντας τοὺς ἀδελφούς σου υἱοὺς Λευι μετὰ σοῦ, καὶ ζητεῖτε ἱερατεύειν ;

11οὕτως σὺ καὶ πᾶσα ἡ συναγωγή σου ἡ συνηθροισμένη πρὸς τὸν θεόν· καὶ Ααρων τίς ἐστιν ὅτι διαγογγύζετε κατ αὐτοῦ ;

12καὶ ἀπέστειλεν Μωυσῆς καλέσαι Δαθαν καὶ Αβιρων υἱοὺς Ελιαβ. καὶ εἶπαν Οὐκ ἀναβαίνομεν·

13μὴ μικρὸν τοῦτο ὅτι ἀνήγαγες ἡμᾶς ἐκ γῆς ῥεούσης γάλα καὶ μέλι ἀποκτεῖναι ἡμᾶς ἐν τῇ ἐρήμῳ, ὅτι κατάρχεις ἡμῶν ἄρχων ;

14εἰ καὶ εἰς γῆν ῥέουσαν γάλα καὶ μέλι εἰσήγαγες ἡμᾶς καὶ ἔδωκας ἡμῖν κλῆρον ἀγροῦ καὶ ἀμπελῶνας, τοὺς ὀφθαλμοὺς τῶν ἀνθρώπων ἐκείνων ἂν ἐξέκοψας. οὐκ ἀναβαίνομεν.

Lire Nombres 16 en entier

Commentaires sur Nombres 16

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org