Néhémie 12
LXX
Commentaires

Afficher dans le texte

Jusqu’à 5 commentaires à la fois. Chaque extrait s’ouvre en entier.

Septante (AT)

Néhémie 12:1-26

1Καὶ οὗτοι οἱ ἱερεῖς καὶ οἱ Λευῖται οἱ ἀναβαίνοντες μετὰ Ζοροβαβελ υἱοῦ Σαλαθιηλ καὶ Ἰησοῦ· Σαραια, Ιερμια, Εσδρα,

2Αμαρια, Μαλουχ,

3Σεχενια·

4(4-7) οὗτοι ἄρχοντες τῶν ἱερέων καὶ ἀδελφοὶ αὐτῶν ἐν ἡμέραις Ἰησοῦ.

8καὶ οἱ Λευῖται· Ιησου, Βανουι, Καδμιηλ, Σαραβια, Ιουδα, Μαχανια· ἐπὶ τῶν χειρῶν αὐτὸς καὶ οἱ ἀδελφοὶ αὐτοῦ

9εἰς τὰς ἐφημερίας.

10καὶ Ἰησοῦς ἐγέννησεν τὸν Ιωακιμ, καὶ Ιωακιμ ἐγέννησεν τὸν Ελιασιβ, καὶ Ελιασιβ τὸν Ιωδαε,

11καὶ Ιωδαε ἐγέννησεν τὸν Ιωναθαν, καὶ Ιωναθαν ἐγέννησεν τὸν Ιαδου.

12καὶ ἐν ἡμέραις Ιωακιμ ἀδελφοὶ αὐτοῦ οἱ ἱερεῖς καὶ οἱ ἄρχοντες τῶν πατριῶν· τῷ Σαραια Μαραια, τῷ Ιερμια Ανανια,

13τῷ Εσδρα Μεσουλαμ, τῷ Αμαρια Ιωαναν,

14τῷ Μαλουχ Ιωναθαν, τῷ Σεχενια Ιωσηφ,

15τῷ Αρεμ Αδνας, τῷ Μαριωθ Ελκαι,

16τῷ Αδδαι Ζαχαριας, τῷ Γαναθων Μοσολλαμ,

17τῷ Αβια Ζεχρι, τῷ Βενιαμιν ἐν καιροῖς τῷ Φελητι,

18τῷ Βαλγα Σαμουε, τῷ Σεμεια Ιωναθαν,

19τῷ Ιωιαριβ Μαθθαναι, τῷ Ιδια Οζι,

20τῷ Σαλλαι Καλλαι, τῷ Αμουκ Αβεδ,

21τῷ Ελκια Ασαβιας, τῷ Ιεδειου Ναθαναηλ.

22οἱ Λευῖται ἐν ἡμέραις Ελιασιβ, Ιωαδα καὶ Ιωαναν καὶ Ιδουα γεγραμμένοι ἄρχοντες πατριῶν, καὶ οἱ ἱερεῖς ἐν βασιλείᾳ Δαρείου τοῦ Πέρσου·

23υἱοὶ Λευι ἄρχοντες τῶν πατριῶν γεγραμμένοι ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν καὶ ἕως ἡμερῶν Ιωαναν υἱοῦ Ελισουβ.

24καὶ ἄρχοντες τῶν Λευιτῶν· Ασαβια καὶ Σαραβια καὶ Ιησου καὶ υἱοὶ Καδμιηλ καὶ οἱ ἀδελφοὶ αὐτῶν κατεναντίον αὐτῶν εἰς ὑμνεῖν καὶ αἰνεῖν ἐν ἐντολῇ Δαυιδ ἀνθρώπου τοῦ θεοῦ ἐφημερία πρὸς ἐφημερίαν

25ἐν τῷ συναγαγεῖν με τοὺς πυλωροὺς

26ἐν ἡμέραις Ιωακιμ υἱοῦ Ἰησοῦ υἱοῦ Ιωσεδεκ καὶ ἐν ἡμέραις Νεεμια, καὶ Εσδρας ὁ ἱερεὺς ὁ γραμματεύς.

Lire Néhémie 12 en entier

Commentaires sur Néhémie 12

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org