Michée 4
LXX
Commentaires

Afficher dans le texte

Jusqu’à 5 commentaires à la fois. Chaque extrait s’ouvre en entier.

Septante (AT)

Michée 4:9-13

9Καὶ νῦν ἵνα τί ἔγνως κακά ; μὴ βασιλεὺς οὐκ ἦν σοι ; ἢ ἡ βουλή σου ἀπώλετο ὅτι κατεκράτησάν σου ὠδῖνες ὡς τικτούσης ;

10ὤδινε καὶ ἀνδρίζου καὶ ἔγγιζε, θύγατερ Σιων, ὡς τίκτουσα· διότι νῦν ἐξελεύσῃ ἐκ πόλεως καὶ κατασκηνώσεις ἐν πεδίῳ καὶ ἥξεις ἕως Βαβυλῶνος· ἐκεῖθεν ῥύσεταί σε καὶ ἐκεῖθεν λυτρώσεταί σε κύριος ὁ θεός σου ἐκ χειρὸς ἐχθρῶν σου.

11καὶ νῦν ἐπισυνήχθη ἐπὶ σὲ ἔθνη πολλὰ οἱ λέγοντες Ἐπιχαρούμεθα, καὶ ἐπόψονται ἐπὶ Σιων οἱ ὀφθαλμοὶ ἡμῶν.

12αὐτοὶ δὲ οὐκ ἔγνωσαν τὸν λογισμὸν κυρίου καὶ οὐ συνῆκαν τὴν βουλὴν αὐτοῦ, ὅτι συνήγαγεν αὐτοὺς ὡς δράγματα ἅλωνος.

13ἀνάστηθι καὶ ἀλόα αὐτούς, θύγατερ Σιων, ὅτι τὰ κέρατά σου θήσομαι σιδηρᾶ καὶ τὰς ὁπλάς σου θήσομαι χαλκᾶς, καὶ κατατήξεις ἐν αὐτοῖς ἔθνη καὶ λεπτυνεῖς λαοὺς πολλοὺς καὶ ἀναθήσεις τῷ κυρίῳ τὸ πλῆθος αὐτῶν καὶ τὴν ἰσχὺν αὐτῶν τῷ κυρίῳ πάσης τῆς γῆς.

Lire Michée 4 en entier

Commentaires sur Michée 4

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org