Lamentations 3
LXX
Commentaires

Afficher dans le texte

Jusqu’à 5 commentaires à la fois. Chaque extrait s’ouvre en entier.

Septante (AT)

Lamentations 3:1-13

1Ἐγὼ ἀνὴρ ὁ βλέπων πτωχείαν ἐν ῥάβδῳ θυμοῦ αὐτοῦ ἐπ ἐμέ·

2παρέλαβέν με καὶ ἀπήγαγεν εἰς σκότος καὶ οὐ φῶς,

3πλὴν ἐν ἐμοὶ ἐπέστρεψεν χεῖρα αὐτοῦ ὅλην τὴν ἡμέραν.

4Ἐπαλαίωσεν σάρκας μου καὶ δέρμα μου, ὀστέα μου συνέτριψεν·

5ἀνῳκοδόμησεν κατ ἐμοῦ καὶ ἐκύκλωσεν κεφαλήν μου καὶ ἐμόχθησεν,

6ἐν σκοτεινοῖς ἐκάθισέν με ὡς νεκροὺς αἰῶνος.

7Ἀνῳκοδόμησεν κατ ἐμοῦ, καὶ οὐκ ἐξελεύσομαι, ἐβάρυνεν χαλκόν μου·

8καί γε κεκράξομαι καὶ βοήσω, ἀπέφραξεν προσευχήν μου·

9ἀνῳκοδόμησεν ὁδούς μου, ἐνέφραξεν τρίβους μου, ἐτάραξεν.

10Ἄρκος ἐνεδρεύουσα αὐτός μοι, λέων ἐν κρυφαίοις·

11κατεδίωξεν ἀφεστηκότα καὶ κατέπαυσέν με, ἔθετό με ἠφανισμένην·

12ἐνέτεινεν τόξον αὐτοῦ καὶ ἐστήλωσέν με ὡς σκοπὸν εἰς βέλος.

13Εἰσήγαγεν τοῖς νεφροῖς μου ἰοὺς φαρέτρας αὐτοῦ·

Lire Lamentations 3 en entier

Commentaires sur Lamentations 3

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org