Septante (AT)
Juges 7:19-23
19καὶ εἰσῆλθεν Γεδεων καὶ ἑκατὸν ἄνδρες μετ αὐτοῦ ἐν μέρει τῆς παρεμβολῆς ἀρχομένης τῆς φυλακῆς τῆς μεσούσης· πλὴν ἐγέρσει ἤγειρεν τοὺς φυλάσσοντας, καὶ ἐσάλπισαν ταῖς κερατίναις καὶ ἐξετίναξαν τὰς ὑδρίας τὰς ἐν ταῖς χερσὶν αὐτῶν.
20καὶ ἐσάλπισαν αἱ τρεῖς ἀρχαὶ ἐν ταῖς κερατίναις καὶ συνέτριψαν τὰς ὑδρίας καὶ ἐλάβοντο ἐν τῇ χειρὶ τῇ ἀριστερᾷ αὐτῶν τῶν λαμπάδων, καὶ ἐν τῇ χειρὶ τῇ δεξιᾷ αὐτῶν αἱ κερατίναι τοῦ σαλπίζειν, καὶ ἀνέκραξαν Ῥομφαία τῷ κυρίῳ καὶ τῷ Γεδεων.
21καὶ ἔστησαν ἕκαστος καθ ἑαυτὸν κύκλῳ τῆς παρεμβολῆς, καὶ ἔδραμον πᾶσα ἡ παρεμβολὴ καὶ ἐσήμαναν καὶ ἔφυγον.
22καὶ ἐσάλπισαν αἱ τριακόσιαι κερατίναι, καὶ ἔθετο κύριος μάχαιραν ἀνδρὸς ἐν τῷ πλησίον αὐτοῦ καὶ ἐν ὅλῃ τῇ παρεμβολῇ, καὶ ἔφυγεν ἡ παρεμβολὴ ἕως τῆς Βαιθασεττα καὶ συνηγμένη ἕως χείλους Αβελμεουλα καὶ ἐπὶ Ταβαθ.
23καὶ ἐβόησεν ἀνὴρ Ισραηλ ἐκ Νεφθαλιμ καὶ ἐξ Ασηρ καὶ ἐκ παντὸς Μανασση καὶ κατεδίωξαν ὀπίσω Μαδιαμ.
Commentaires sur Juges 7
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires