Juges 14
LXX
Commentaires

Afficher dans le texte

Jusqu’à 5 commentaires à la fois. Chaque extrait s’ouvre en entier.

Septante (AT)

Juges 14:16

16καὶ ἔκλαυσεν ἡ γυνὴ Σαμψων ἐπ αὐτὸν καὶ εἶπεν αὐτῷ Μεμίσηκάς με καὶ οὐκ ἠγάπηκάς με, ὅτι τὸ πρόβλημα, ὃ προεβάλου τοῖς υἱοῖς τοῦ λαοῦ μου, κἀμοὶ οὐκ ἀπήγγειλας αὐτό. καὶ εἶπεν αὐτῇ Σαμψων Ἰδοὺ τῷ πατρί μου καὶ τῇ μητρί μου οὐκ ἀπήγγειλα αὐτό, καὶ σοὶ ἀπαγγελῶ ;

Juges 14:16 dans d’autres versions

Contexte de Juges 14:16

14καὶ εἶπεν αὐτοῖς Ἐκ τοῦ ἔσθοντος ἐξῆλθεν βρῶσις, καὶ ἐξ ἰσχυροῦ ἐξῆλθεν γλυκύ. καὶ οὐκ ἠδυνάσθησαν ἀπαγγεῖλαι τὸ πρόβλημα ἐπὶ τρεῖς ἡμέρας. 15καὶ ἐγένετο ἐν τῇ ἡμέρᾳ τῇ τετάρτῃ καὶ εἶπαν τῇ γυναικὶ Σαμψων Ἀπάτησον δὴ τὸν ἄνδρα σου καὶ ἀπαγγειλάτω σοι τὸ πρόβλημα, μήποτε ἐμπυρίσωμέν σε καὶ τὸν οἶκον τοῦ πατρός σου ἐν πυρί· ἦ πτωχεῦσαι ἐκαλέσατε ἡμᾶς ; καὶ ἔκλαυσεν ἡ γυνὴ Σαμψων ἐπ αὐτὸν καὶ εἶπεν αὐτῷ Μεμίσηκάς με καὶ οὐκ ἠγάπηκάς με, ὅτι τὸ πρόβλημα, ὃ προεβάλου τοῖς υἱοῖς τοῦ λαοῦ μου, κἀμοὶ οὐκ ἀπήγγειλας αὐτό. καὶ εἶπεν αὐτῇ Σαμψων Ἰδοὺ τῷ πατρί μου καὶ τῇ μητρί μου οὐκ ἀπήγγειλα αὐτό, καὶ σοὶ ἀπαγγελῶ ; 17καὶ ἔκλαυσεν ἐπ αὐτὸν ἐπὶ τὰς ἑπτὰ ἡμέρας, ἐν αἷς ἦν ἐν αὐταῖς ὁ πότος· καὶ ἐγένετο ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ καὶ ἀπήγγειλεν αὐτῇ, ὅτι παρηνώχλησεν αὐτόν· καὶ αὐτὴ ἀπήγγειλεν τοῖς υἱοῖς τοῦ λαοῦ αὐτῆς. 18καὶ εἶπαν αὐτῷ οἱ ἄνδρες τῆς πόλεως ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ πρὶν δῦναι τὸν ἥλιον Τί γλυκύτερον μέλιτος, καὶ τί ἰσχυρότερον λέοντος ; καὶ εἶπεν αὐτοῖς Σαμψων Εἰ μὴ κατεδαμάσατέ μου τὴν δάμαλιν, οὐκ ἂν εὕρετε τὸ πρόβλημά μου.

Lire Juges 14 en entier

Juges 14:16 mot à mot

וַתֵּבְךְּ֩ אֵ֨שֶׁת שִׁמְשׁ֜וֹן עָלָ֗יו וַתֹּ֙אמֶר֙ רַק־שְׂנֵאתַ֙נִי֙ וְלֹ֣א אֲהַבְתָּ֔נִי הַֽחִידָ֥ה חַ֙דְתָּ֙ לִבְנֵ֣י עַמִּ֔י וְלִ֖י לֹ֣א הִגַּ֑דְתָּה וַיֹּ֣אמֶר לָ֗הּ הִנֵּ֨ה לְאָבִ֧י וּלְאִמִּ֛י לֹ֥א הִגַּ֖דְתִּי וְלָ֥ךְ אַגִּֽיד׃Lire en interlinéaire

Mots relevés dans la LSG.

Personnages et lieux de Juges 14:16

Références croisées de Juges 14:16

Commentaires sur Juges 14:16

Thèmes liés à Juges 14:16

Dans les dictionnaires

Commentaires sur Juges 14

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org