Septante (AT)
Job 6:24-30
24διδάξατέ με, ἐγὼ δὲ κωφεύσω· εἴ τι πεπλάνημαι, φράσατέ μοι.
25ἀλλ ὡς ἔοικεν, φαῦλα ἀληθινοῦ ῥήματα, οὐ γὰρ παρ ὑμῶν ἰσχὺν αἰτοῦμαι·
26οὐδὲ ὁ ἔλεγχος ὑμῶν ῥήμασίν με παύσει, οὐδὲ γὰρ ὑμῶν φθέγμα ῥήματος ἀνέξομαι.
27πλὴν ὅτι ἐπ ὀρφανῷ ἐπιπίπτετε, ἐνάλλεσθε δὲ ἐπὶ φίλῳ ὑμῶν.
28νυνὶ δὲ εἰσβλέψας εἰς πρόσωπα ὑμῶν οὐ ψεύσομαι.
29καθίσατε δὴ καὶ μὴ εἴη ἄδικον, καὶ πάλιν τῷ δικαίῳ συνέρχεσθε.
30οὐ γάρ ἐστιν ἐν γλώσσῃ μου ἄδικον· ἢ ὁ λάρυγξ μου οὐχὶ σύνεσιν μελετᾷ ;
Commentaires sur Job 6
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires