Septante (AT)
Job 38:4-7
4ποῦ ἦς ἐν τῷ θεμελιοῦν με τὴν γῆν ; ἀπάγγειλον δέ μοι, εἰ ἐπίστῃ σύνεσιν.
5τίς ἔθετο τὰ μέτρα αὐτῆς, εἰ οἶδας ; ἢ τίς ὁ ἐπαγαγὼν σπαρτίον ἐπ αὐτῆς ;
6ἐπὶ τίνος οἱ κρίκοι αὐτῆς πεπήγασιν ; τίς δέ ἐστιν ὁ βαλὼν λίθον γωνιαῖον ἐπ αὐτῆς ;
7ὅτε ἐγενήθησαν ἄστρα, ᾔνεσάν με φωνῇ μεγάλῃ πάντες ἄγγελοί μου.
Commentaires sur Job 38
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires