Job 32
LXX
Commentaires

Afficher dans le texte

Jusqu’à 5 commentaires à la fois. Chaque extrait s’ouvre en entier.

Septante (AT)

Job 32:6-22

6ὑπολαβὼν δὲ Ελιους ὁ τοῦ Βαραχιηλ ὁ Βουζίτης εἶπεν Νεώτερος μέν εἰμι τῷ χρόνῳ, ὑμεῖς δέ ἐστε πρεσβύτεροι· διὸ ἡσύχασα φοβηθεὶς τοῦ ὑμῖν ἀναγγεῖλαι τὴν ἐμαυτοῦ ἐπιστήμην·

7εἶπα δὲ ὅτι Ὁ χρόνος ἐστὶν ὁ λαλῶν, ἐν πολλοῖς δὲ ἔτεσιν οἴδασιν σοφίαν.

8ἀλλὰ πνεῦμά ἐστιν ἐν βροτοῖς, πνοὴ δὲ παντοκράτορός ἐστιν ἡ διδάσκουσα·

9οὐχ οἱ πολυχρόνιοί εἰσιν σοφοί, οὐδ οἱ γέροντες οἴδασιν κρίμα.

10διὸ εἶπα Ἀκούσατέ μου, καὶ ἀναγγελῶ ὑμῖν ἃ οἶδα·

11ἐνωτίζεσθέ μου τὰ ῥήματα· ἐρῶ γὰρ ὑμῶν ἀκουόντων, ἄχρι οὗ ἐτάσητε λόγους.

12καὶ μέχρι ὑμῶν συνήσω, καὶ ἰδοὺ οὐκ ἦν τῷ Ιωβ ἐλέγχων, ἀνταποκρινόμενος ῥήματα αὐτοῦ ἐξ ὑμῶν,

13ἵνα μὴ εἴπητε Εὕρομεν σοφίαν κυρίῳ προσθέμενοι·

14ἀνθρώπῳ δὲ ἐπετρέψατε λαλῆσαι τοιαῦτα ῥήματα.

15ἐπτοήθησαν, οὐκ ἀπεκρίθησαν ἔτι, ἐπαλαίωσαν ἐξ αὐτῶν λόγους.

16ὑπέμεινα, οὐ γὰρ ἐλάλησαν· ὅτι ἔστησαν, οὐκ ἀπεκρίθησαν.

17Ὑπολαβὼν δὲ Ελιους λέγει

18Πάλιν λαλήσω· πλήρης γάρ εἰμι ῥημάτων, ὀλέκει γάρ με τὸ πνεῦμα τῆς γαστρός·

19ἡ δὲ γαστήρ μου ὥσπερ ἀσκὸς γλεύκους ζέων δεδεμένος ἢ ὥσπερ φυσητὴρ χαλκέως ἐρρηγώς.

20λαλήσω, ἵνα ἀναπαύσωμαι ἀνοίξας τὰ χείλη·

21ἄνθρωπον γὰρ οὐ μὴ αἰσχυνθῶ, ἀλλὰ μὴν οὐδὲ βροτὸν οὐ μὴ ἐντραπῶ·

22οὐ γὰρ ἐπίσταμαι θαυμάσαι πρόσωπον· εἰ δὲ μή, καὶ ἐμὲ σῆτες ἔδονται.

Lire Job 32 en entier

Commentaires sur Job 32

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org