Septante (AT)
Job 32:1-5
1Ἡσύχασαν δὲ καὶ οἱ τρεῖς φίλοι αὐτοῦ ἔτι ἀντειπεῖν Ιωβ· ἦν γὰρ Ιωβ δίκαιος ἐναντίον αὐτῶν.
2ὠργίσθη δὲ Ελιους ὁ τοῦ Βαραχιηλ ὁ Βουζίτης ἐκ τῆς συγγενείας Ραμ τῆς Αυσίτιδος χώρας, ὠργίσθη δὲ τῷ Ιωβ σφόδρα, διότι ἀπέφηνεν ἑαυτὸν δίκαιον ἐναντίον κυρίου·
3καὶ κατὰ τῶν τριῶν δὲ φίλων ὠργίσθη σφόδρα, διότι οὐκ ἠδυνήθησαν ἀποκριθῆναι ἀντίθετα Ιωβ καὶ ἔθεντο αὐτὸν εἶναι ἀσεβῆ.
4Ελιους δὲ ὑπέμεινεν δοῦναι ἀπόκρισιν Ιωβ, ὅτι πρεσβύτεροι αὐτοῦ εἰσιν ἡμέραις.
5καὶ εἶδεν Ελιους ὅτι οὐκ ἔστιν ἀπόκρισις ἐν στόματι τῶν τριῶν ἀνδρῶν, καὶ ἐθυμώθη ὀργὴ αὐτοῦ.
Commentaires sur Job 32
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires