Septante (AT)
Job 19:1-6
1Ὑπολαβὼν δὲ Ιωβ λέγει
2Ἕως τίνος ἔγκοπον ποιήσετε ψυχήν μου καὶ καθαιρεῖτε με λόγοις ;
3γνῶτε μόνον ὅτι ὁ κύριος ἐποίησέ με οὕτως· καταλαλεῖτέ μου, οὐκ αἰσχυνόμενοί με ἐπίκεισθέ μοι.
4ναὶ δὴ ἐπ ἀληθείας ἐγὼ ἐπλανήθην, παρ ἐμοὶ δὲ αὐλίζεται πλάνος (a) λαλῆσαι ῥῆμα, ὃ οὐκ ἔδει, τὰ δὲ ῥήματά μου πλανᾶται καὶ οὐκ ἐπὶ καιροῦ.
5ἔα δὲ ὅτι ἐπ ἐμοὶ μεγαλύνεσθε, ἐνάλλεσθε δέ μοι ὀνείδει.
6γνῶτε οὖν ὅτι ὁ κύριός ἐστιν ὁ ταράξας, ὀχύρωμα δὲ αὐτοῦ ἐπ ἐμὲ ὕψωσεν.
Commentaires sur Job 19
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires