Job 13
LXX
Commentaires

Afficher dans le texte

Jusqu’à 5 commentaires à la fois. Chaque extrait s’ouvre en entier.

Septante (AT)

Job 13:1-19

1ἰδοὺ ταῦτα ἑώρακέν μου ὁ ὀφθαλμὸς καὶ ἀκήκοέν μου τὸ οὖς·

2καὶ οἶδα ὅσα καὶ ὑμεῖς ἐπίστασθε, καὶ οὐκ ἀσυνετώτερός εἰμι ὑμῶν.

3οὐ μὴν δὲ ἀλλ ἐγὼ πρὸς κύριον λαλήσω, ἐλέγξω δὲ ἐναντίον αὐτοῦ ἐὰν βούληται.

4ὑμεῖς δέ ἐστε ἰατροὶ ἄδικοι καὶ ἰαταὶ κακῶν πάντες.

5εἴη δὲ ὑμῖν κωφεῦσαι, καὶ ἀποβήσεται ὑμῖν εἰς σοφίαν.

6ἀκούσατε ἔλεγχον στόματός μου, κρίσιν δὲ χειλέων μου προσέχετε.

7πότερον οὐκ ἔναντι κυρίου λαλεῖτε, ἔναντι δὲ αὐτοῦ φθέγγεσθε δόλον ;

8ἦ ὑποστελεῖσθε ; ὑμεῖς δὲ αὐτοὶ κριταὶ γένεσθε.

9καλόν γε, ἐὰν ἐξιχνιάσῃ ὑμᾶς· εἰ γὰρ τὰ πάντα ποιοῦντες προστεθήσεσθε αὐτῷ,

10οὐθὲν ἧττον ἐλέγξει ὑμᾶς· εἰ δὲ καὶ κρυφῇ πρόσωπα θαυμάσετε,

11πότερον οὐχὶ δεινὰ αὐτοῦ στροβήσει ὑμᾶς, φόβος δὲ παρ αὐτοῦ ἐπιπεσεῖται ὑμῖν ;

12ἀποβήσεται δὲ ὑμῶν τὸ ἀγαυρίαμα ἴσα σποδῷ, τὸ δὲ σῶμα πήλινον.

13κωφεύσατε, ἵνα λαλήσω καὶ ἀναπαύσωμαι θυμοῦ

14ἀναλαβὼν τὰς σάρκας μου τοῖς ὀδοῦσιν, ψυχὴν δέ μου θήσω ἐν χειρί.

15ἐάν με χειρώσηται ὁ δυνάστης, ἐπεὶ καὶ ἦρκται, ἦ μὴν λαλήσω καὶ ἐλέγξω ἐναντίον αὐτοῦ·

16καὶ τοῦτό μοι ἀποβήσεται εἰς σωτηρίαν, οὐ γὰρ ἐναντίον αὐτοῦ δόλος εἰσελεύσεται.

17ἀκούσατε ἀκούσατε τὰ ῥήματά μου· ἀναγγελῶ γὰρ ὑμῶν ἀκουόντων.

18ἰδοὺ ἐγὼ ἐγγύς εἰμι τοῦ κρίματός μου, οἶδα ἐγὼ ὅτι δίκαιος ἀναφανοῦμαι.

19τίς γάρ ἐστιν ὁ κριθησόμενός μοι ; ὅτι νῦν κωφεύσω καὶ ἐκλείψω.

Lire Job 13 en entier

Commentaires sur Job 13

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org