Septante (AT)
Jérémie 35:14-17
14ὅτι οὕτως εἶπεν κύριος Ζυγὸν σιδηροῦν ἔθηκα ἐπὶ τὸν τράχηλον πάντων τῶν ἐθνῶν ἐργάζεσθαι τῷ βασιλεῖ Βαβυλῶνος.
15καὶ εἶπεν Ιερεμιας τῷ Ανανια Οὐκ ἀπέσταλκέν σε κύριος, καὶ πεποιθέναι ἐποίησας τὸν λαὸν τοῦτον ἐπ ἀδίκῳ·
16διὰ τοῦτο οὕτως εἶπεν κύριος Ἰδοὺ ἐγὼ ἐξαποστέλλω σε ἀπὸ προσώπου τῆς γῆς, τούτῳ τῷ ἐνιαυτῷ ἀποθανῇ.
17καὶ ἀπέθανεν ἐν τῷ μηνὶ τῷ ἑβδόμῳ.
Commentaires sur Jérémie 35
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires