Jérémie 30
LXX
Commentaires

Afficher dans le texte

Jusqu’à 5 commentaires à la fois. Chaque extrait s’ouvre en entier.

Septante (AT)

Jérémie 30:1-5

1Τῇ Ιδουμαίᾳ. Τάδε λέγει κύριος Οὐκ ἔστιν ἔτι σοφία ἐν Θαιμαν, ἀπώλετο βουλὴ ἐκ συνετῶν, ὤχετο σοφία αὐτῶν,

2ἠπατήθη ὁ τόπος αὐτῶν. βαθύνατε εἰς κάθισιν, οἱ κατοικοῦντες ἐν Δαιδαν, ὅτι δύσκολα ἐποίησεν· ἤγαγον ἐπ αὐτὸν ἐν χρόνῳ, ᾧ ἐπεσκεψάμην ἐπ αὐτόν.

3ὅτι τρυγηταὶ ἦλθόν σοι, οὐ καταλείψουσίν σοι καταλείμματα· ὡς κλέπται ἐν νυκτὶ ἐπιθήσουσιν χεῖρα αὐτῶν.

4ὅτι ἐγὼ κατέσυρα τὸν Ησαυ, ἀνεκάλυψα τὰ κρυπτὰ αὐτῶν, κρυβῆναι οὐ μὴ δύνωνται· ὤλοντο διὰ χεῖρα ἀδελφοῦ αὐτοῦ καὶ γείτονος αὐτοῦ,

5καὶ οὐκ ἔστιν ὑπολείπεσθαι ὀρφανόν σου, ἵνα ζήσηται· καὶ ἐγὼ ζήσομαι, καὶ χῆραι ἐπ ἐμὲ πεποίθασιν.

Lire Jérémie 30 en entier

Commentaires sur Jérémie 30

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org