Jérémie 2
LXX
Commentaires

Afficher dans le texte

Jusqu’à 5 commentaires à la fois. Chaque extrait s’ouvre en entier.

Septante (AT)

Jérémie 2:20-30

20ὅτι ἀπ αἰῶνος συνέτριψας τὸν ζυγόν σου, διέσπασας τοὺς δεσμούς σου καὶ εἶπας Οὐ δουλεύσω, ἀλλὰ πορεύσομαι ἐπὶ πᾶν βουνὸν ὑψηλὸν καὶ ὑποκάτω παντὸς ξύλου κατασκίου, ἐκεῖ διαχυθήσομαι ἐν τῇ πορνείᾳ μου.

21ἐγὼ δὲ ἐφύτευσά σε ἄμπελον καρποφόρον πᾶσαν ἀληθινήν· πῶς ἐστράφης εἰς πικρίαν, ἡ ἄμπελος ἡ ἀλλοτρία ;

22ἐὰν ἀποπλύνῃ ἐν νίτρῳ καὶ πληθύνῃς σεαυτῇ πόαν, κεκηλίδωσαι ἐν ταῖς ἀδικίαις σου ἐναντίον ἐμοῦ, λέγει κύριος.

23πῶς ἐρεῖς Οὐκ ἐμιάνθην καὶ ὀπίσω τῆς Βααλ οὐκ ἐπορεύθην ; ἰδὲ τὰς ὁδούς σου ἐν τῷ πολυανδρίῳ καὶ γνῶθι τί ἐποίησας. ὀψὲ φωνὴ αὐτῆς ὠλόλυξεν, τὰς ὁδοὺς αὐτῆς

24ἐπλάτυνεν ἐφ ὕδατα ἐρήμου, ἐν ἐπιθυμίαις ψυχῆς αὐτῆς ἐπνευματοφορεῖτο, παρεδόθη· τίς ἐπιστρέψει αὐτήν ; πάντες οἱ ζητοῦντες αὐτὴν οὐ κοπιάσουσιν, ἐν τῇ ταπεινώσει αὐτῆς εὑρήσουσιν αὐτήν.

25ἀπόστρεψον τὸν πόδα σου ἀπὸ ὁδοῦ τραχείας καὶ τὸν φάρυγγά σου ἀπὸ δίψους. ἡ δὲ εἶπεν Ἀνδριοῦμαι· ὅτι ἠγαπήκει ἀλλοτρίους καὶ ὀπίσω αὐτῶν ἐπορεύετο.

26ὡς αἰσχύνη κλέπτου ὅταν ἁλῷ, οὕτως αἰσχυνθήσονται οἱ υἱοὶ Ισραηλ, αὐτοὶ καὶ οἱ βασιλεῖς αὐτῶν καὶ οἱ ἄρχοντες αὐτῶν καὶ οἱ ἱερεῖς αὐτῶν καὶ οἱ προφῆται αὐτῶν.

27τῷ ξύλῳ εἶπαν ὅτι Πατήρ μου εἶ σύ, καὶ τῷ λίθῳ Σὺ ἐγέννησάς με, καὶ ἔστρεψαν ἐπ ἐμὲ νῶτα καὶ οὐ πρόσωπα αὐτῶν· καὶ ἐν τῷ καιρῷ τῶν κακῶν αὐτῶν ἐροῦσιν Ἀνάστα καὶ σῶσον ἡμᾶς.

28καὶ ποῦ εἰσιν οἱ θεοί σου, οὓς ἐποίησας σεαυτῷ ; εἰ ἀναστήσονται καὶ σώσουσίν σε ἐν καιρῷ τῆς κακώσεώς σου ; ὅτι κατ ἀριθμὸν τῶν πόλεών σου ἦσαν θεοί σου, Ιουδα, καὶ κατ ἀριθμὸν διόδων τῆς Ιερουσαλημ ἔθυον τῇ Βααλ.

29ἵνα τί λαλεῖτε πρός με ; πάντες ὑμεῖς ἠσεβήσατε καὶ πάντες ὑμεῖς ἠνομήσατε εἰς ἐμέ, λέγει κύριος.

30μάτην ἐπάταξα τὰ τέκνα ὑμῶν, παιδείαν οὐκ ἐδέξασθε· μάχαιρα κατέφαγεν τοὺς προφήτας ὑμῶν ὡς λέων ὀλεθρεύων, καὶ οὐκ ἐφοβήθητε.

Lire Jérémie 2 en entier

Commentaires sur Jérémie 2

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org