Jérémie 13
LXX
Commentaires

Afficher dans le texte

Jusqu’à 5 commentaires à la fois. Chaque extrait s’ouvre en entier.

Septante (AT)

Jérémie 13:18-27

18εἴπατε τῷ βασιλεῖ καὶ τοῖς δυναστεύουσιν Ταπεινώθητε καὶ καθίσατε, ὅτι καθῃρέθη ἀπὸ κεφαλῆς ὑμῶν στέφανος δόξης ὑμῶν.

19πόλεις αἱ πρὸς νότον συνεκλείσθησαν, καὶ οὐκ ἦν ὁ ἀνοίγων· ἀπῳκίσθη Ιουδας, συνετέλεσεν ἀποικίαν τελείαν.

20Ἀνάλαβε ὀφθαλμούς σου, Ιερουσαλημ, καὶ ἰδὲ τοὺς ἐρχομένους ἀπὸ βορρᾶ· ποῦ ἐστιν τὸ ποίμνιον, ὃ ἐδόθη σοι, πρόβατα δόξης σου ;

21τί ἐρεῖς ὅταν ἐπισκέπτωνταί σε ; καὶ σὺ ἐδίδαξας αὐτοὺς ἐπὶ σὲ μαθήματα εἰς ἀρχήν· οὐκ ὠδῖνες καθέξουσίν σε καθὼς γυναῖκα τίκτουσαν ;

22καὶ ἐὰν εἴπῃς ἐν τῇ καρδίᾳ σου Διὰ τί ἀπήντησέν μοι ταῦτα ; διὰ τὸ πλῆθος τῆς ἀδικίας σου ἀνεκαλύφθη τὰ ὀπίσθιά σου παραδειγματισθῆναι τὰς πτέρνας σου.

23εἰ ἀλλάξεται Αἰθίοψ τὸ δέρμα αὐτοῦ καὶ πάρδαλις τὰ ποικίλματα αὐτῆς, καὶ ὑμεῖς δυνήσεσθε εὖ ποιῆσαι μεμαθηκότες τὰ κακά.

24καὶ διέσπειρα αὐτοὺς ὡς φρύγανα φερόμενα ὑπὸ ἀνέμου εἰς ἔρημον.

25οὗτος ὁ κλῆρός σου καὶ μερὶς τοῦ ἀπειθεῖν ὑμᾶς ἐμοί, λέγει κύριος, ὡς ἐπελάθου μου καὶ ἤλπισας ἐπὶ ψεύδεσιν.

26κἀγὼ ἀποκαλύψω τὰ ὀπίσω σου ἐπὶ τὸ πρόσωπόν σου, καὶ ὀφθήσεται ἡ ἀτιμία σου.

27καὶ ἡ μοιχεία σου καὶ ὁ χρεμετισμός σου καὶ ἡ ἀπαλλοτρίωσις τῆς πορνείας σου, ἐπὶ τῶν βουνῶν καὶ ἐν τοῖς ἀγροῖς ἑώρακα τὰ βδελύγματά σου· οὐαί σοι, Ιερουσαλημ, ὅτι οὐκ ἐκαθαρίσθης ὀπίσω μου, ἕως τίνος ἔτι ;

Lire Jérémie 13 en entier

Commentaires sur Jérémie 13

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org