Ésaïe 14
LXX
Commentaires

Afficher dans le texte

Jusqu’à 5 commentaires à la fois. Chaque extrait s’ouvre en entier.

Septante (AT)

Ésaïe 14:29-32

29Μὴ εὐφρανθείητε, πάντες οἱ ἀλλόφυλοι, συνετρίβη γὰρ ὁ ζυγὸς τοῦ παίοντος ὑμᾶς· ἐκ γὰρ σπέρματος ὄφεων ἐξελεύσεται ἔκγονα ἀσπίδων, καὶ τὰ ἔκγονα αὐτῶν ἐξελεύσονται ὄφεις πετόμενοι.

30καὶ βοσκηθήσονται πτωχοὶ δι αὐτοῦ, πτωχοὶ δὲ ἄνδρες ἐπ εἰρήνης ἀναπαύσονται· ἀνελεῖ δὲ λιμῷ τὸ σπέρμα σου καὶ τὸ κατάλειμμά σου ἀνελεῖ.

31ὀλολύζετε, πύλαι πόλεων, κεκραγέτωσαν πόλεις τεταραγμέναι, οἱ ἀλλόφυλοι πάντες, ὅτι καπνὸς ἀπὸ βορρᾶ ἔρχεται, καὶ οὐκ ἔστιν τοῦ εἶναι.

32καὶ τί ἀποκριθήσονται βασιλεῖς ἐθνῶν ; ὅτι κύριος ἐθεμελίωσεν Σιων, καὶ δι αὐτοῦ σωθήσονται οἱ ταπεινοὶ τοῦ λαοῦ.

Lire Ésaïe 14 en entier

Commentaires sur Ésaïe 14

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org