Osée 5
LXX
Commentaires

Afficher dans le texte

Jusqu’à 5 commentaires à la fois. Chaque extrait s’ouvre en entier.

Septante (AT)

Osée 5:9-14

9Εφραιμ εἰς ἀφανισμὸν ἐγένετο ἐν ἡμέραις ἐλέγχου· ἐν ταῖς φυλαῖς τοῦ Ισραηλ ἔδειξα πιστά.

10ἐγένοντο οἱ ἄρχοντες Ιουδα ὡς μετατιθέντες ὅρια, ἐπ αὐτοὺς ἐκχεῶ ὡς ὕδωρ τὸ ὅρμημά μου.

11κατεδυνάστευσεν Εφραιμ τὸν ἀντίδικον αὐτοῦ, κατεπάτησεν κρίμα, ὅτι ἤρξατο πορεύεσθαι ὀπίσω τῶν ματαίων.

12καὶ ἐγὼ ὡς ταραχὴ τῷ Εφραιμ καὶ ὡς κέντρον τῷ οἴκῳ Ιουδα.

13καὶ εἶδεν Εφραιμ τὴν νόσον αὐτοῦ καὶ Ιουδας τὴν ὀδύνην αὐτοῦ, καὶ ἐπορεύθη Εφραιμ πρὸς Ασσυρίους καὶ ἀπέστειλεν πρέσβεις πρὸς βασιλέα Ιαριμ· καὶ αὐτὸς οὐκ ἠδυνάσθη ἰάσασθαι ὑμᾶς, καὶ οὐ μὴ διαπαύσῃ ἐξ ὑμῶν ὀδύνη.

14διότι ἐγώ εἰμι ὡς πανθὴρ τῷ Εφραιμ καὶ ὡς λέων τῷ οἴκῳ Ιουδα· καὶ ἐγὼ ἁρπῶμαι καὶ πορεύσομαι καὶ λήμψομαι, καὶ οὐκ ἔσται ὁ ἐξαιρούμενος.

Lire Osée 5 en entier

Commentaires sur Osée 5

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org