Septante (AT)
Ézéchiel 23:1-8
1Καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων
2Υἱὲ ἀνθρώπου, δύο γυναῖκες ἦσαν θυγατέρες μητρὸς μιᾶς
3καὶ ἐξεπόρνευσαν ἐν Αἰγύπτῳ ἐν τῇ νεότητι αὐτῶν· ἐκεῖ ἔπεσον οἱ μαστοὶ αὐτῶν, ἐκεῖ διεπαρθενεύθησαν.
4καὶ τὰ ὀνόματα αὐτῶν ἦν Οολα ἡ πρεσβυτέρα καὶ Οολιβα ἡ ἀδελφὴ αὐτῆς. καὶ ἐγένοντό μοι καὶ ἔτεκον υἱοὺς καὶ θυγατέρας. καὶ τὰ ὀνόματα αὐτῶν· Σαμάρεια ἡ Οολα, καὶ Ιερουσαλημ ἡ Οολιβα.
5καὶ ἐξεπόρνευσεν ἡ Οολα ἀπ ἐμοῦ καὶ ἐπέθετο ἐπὶ τοὺς ἐραστὰς αὐτῆς, ἐπὶ τοὺς Ἀσσυρίους τοὺς ἐγγίζοντας αὐτῇ
6ἐνδεδυκότας ὑακίνθινα, ἡγουμένους καὶ στρατηγούς· νεανίσκοι ἐπίλεκτοι πάντες, ἱππεῖς ἱππαζόμενοι ἐφ ἵππων.
7καὶ ἔδωκεν τὴν πορνείαν αὐτῆς ἐπ αὐτούς· ἐπίλεκτοι υἱοὶ Ἀσσυρίων πάντες, καὶ ἐπὶ πάντας, οὓς ἐπέθετο, ἐν πᾶσι τοῖς ἐνθυμήμασιν αὐτῆς ἐμιαίνετο.
8καὶ τὴν πορνείαν αὐτῆς ἐξ Αἰγύπτου οὐκ ἐγκατέλιπεν, ὅτι μετ αὐτῆς ἐκοιμῶντο ἐν νεότητι αὐτῆς, καὶ αὐτοὶ διεπαρθένευσαν αὐτὴν καὶ ἐξέχεαν τὴν πορνείαν αὐτῶν ἐπ αὐτήν.
Commentaires sur Ézéchiel 23
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires