Septante (AT)
Exode 21:1
1Καὶ ταῦτα τὰ δικαιώματα, ἃ παραθήσεις ἐνώπιον αὐτῶν.
Exode 21:1 dans d’autres versions
Contexte de Exode 21:1
Καὶ ταῦτα τὰ δικαιώματα, ἃ παραθήσεις ἐνώπιον αὐτῶν. 2ἐὰν κτήσῃ παῖδα Εβραῖον, ἓξ ἔτη δουλεύσει σοι· τῷ δὲ ἑβδόμῳ ἔτει ἀπελεύσεται ἐλεύθερος δωρεάν. 3ἐὰν αὐτὸς μόνος εἰσέλθῃ, καὶ μόνος ἐξελεύσεται· ἐὰν δὲ γυνὴ συνεισέλθῃ μετ αὐτοῦ, ἐξελεύσεται καὶ ἡ γυνὴ μετ αὐτοῦ.
Lire Exode 21 en entierExode 21:1 mot à mot
וְאֵ֙לֶּה֙ הַמִּשְׁפָּטִ֔ים אֲשֶׁ֥ר תָּשִׂ֖ים לִפְנֵיהֶֽם׃Lire en interlinéaire
Mots relevés dans la LSG.
Références croisées de Exode 21:1
- Lévitique 18:5καὶ φυλάξεσθε πάντα τὰ προστάγματά μου καὶ πάντα τὰ κρίματά μου καὶ ποιήσετε αὐτά, ἃ ποιήσας ἄνθρωπος ζήσεται ἐν αὐτοῖς· ἐγὼ κύριος ὁ θεὸς ὑμῶν.
- Lévitique 19:37Καὶ φυλάξεσθε πάντα τὸν νόμον μου καὶ πάντα τὰ προστάγματά μου καὶ ποιήσετε αὐτά· ἐγώ εἰμι κύριος ὁ θεὸς ὑμῶν.
- Lévitique 20:22Καὶ φυλάξασθε πάντα τὰ προστάγματά μου καὶ τὰ κρίματά μου καὶ ποιήσετε αὐτά, καὶ οὐ μὴ προσοχθίσῃ ὑμῖν ἡ γῆ, εἰς ἣν ἐγὼ εἰσάγω ὑμᾶς ἐκεῖ κατοικεῖν ἐπ αὐτῆς.
- Nombres 35:24καὶ κρινεῖ ἡ συναγωγὴ ἀνὰ μέσον τοῦ πατάξαντος καὶ ἀνὰ μέσον τοῦ ἀγχιστεύοντος τὸ αἷμα κατὰ τὰ κρίματα ταῦτα,
- Deutéronome 5:1Καὶ ἐκάλεσεν Μωυσῆς πάντα Ισραηλ καὶ εἶπεν πρὸς αὐτούς Ἄκουε, Ισραηλ, τὰ δικαιώματα καὶ τὰ κρίματα, ὅσα ἐγὼ λαλῶ ἐν τοῖς ὠσὶν ὑμῶν ἐν τῇ ἡμέρᾳ ταύτῃ, καὶ μαθήσεσθε αὐτὰ καὶ φυλάξεσθε ποιεῖν αὐτά.
- Deutéronome 6:20Καὶ ἔσται ὅταν ἐρωτήσῃ σε ὁ υἱός σου αὔριον λέγων Τί ἐστιν τὰ μαρτύρια καὶ τὰ δικαιώματα καὶ τὰ κρίματα, ὅσα ἐνετείλατο κύριος ὁ θεὸς ἡμῶν ἡμῖν ;
- 2 Chroniques 19:10πᾶς ἀνὴρ κρίσιν τὴν ἐλθοῦσαν ἐφ ὑμᾶς τῶν ἀδελφῶν ὑμῶν τῶν κατοικούντων ἐν ταῖς πόλεσιν αὐτῶν ἀνὰ μέσον αἵματος αἷμα καὶ ἀνὰ μέσον προστάγματος καὶ ἐντολῆς καὶ δικαιώματα καὶ κρίματα καὶ διαστελεῖσθε αὐτοῖς, καὶ οὐχ ἁμαρτήσονται τῷ κυρίῳ, καὶ οὐκ ἔσται ἐφ ὑμᾶς ὀργὴ καὶ ἐπὶ τοὺς ἀδελφοὺς ὑμῶν· οὕτως ποιήσετε καὶ οὐχ ἁμαρτήσεσθε.
- Néhémie 9:13καὶ ἐπὶ ὄρος Σινα κατέβης καὶ ἐλάλησας πρὸς αὐτοὺς ἐξ οὐρανοῦ καὶ ἔδωκας αὐτοῖς κρίματα εὐθέα καὶ νόμους ἀληθείας, προστάγματα καὶ ἐντολὰς ἀγαθάς.
- Néhémie 10:29καὶ οἱ κατάλοιποι τοῦ λαοῦ, οἱ ἱερεῖς, οἱ Λευῖται, οἱ πυλωροί, οἱ ᾄδοντες, οἱ ναθινιμ καὶ πᾶς ὁ προσπορευόμενος ἀπὸ λαῶν τῆς γῆς πρὸς νόμον τοῦ θεοῦ, γυναῖκες αὐτῶν, υἱοὶ αὐτῶν, θυγατέρες αὐτῶν, πᾶς ὁ εἰδὼς καὶ συνίων,
- Ézéchiel 20:11καὶ ἔδωκα αὐτοῖς τὰ προστάγματά μου καὶ τὰ δικαιώματά μου ἐγνώρισα αὐτοῖς, ὅσα ποιήσει αὐτὰ ἄνθρωπος καὶ ζήσεται ἐν αὐτοῖς.
- Exode 19:7ἦλθεν δὲ Μωυσῆς καὶ ἐκάλεσεν τοὺς πρεσβυτέρους τοῦ λαοῦ καὶ παρέθηκεν αὐτοῖς πάντας τοὺς λόγους τούτους, οὓς συνέταξεν αὐτῷ ὁ θεός.
- Exode 24:3εἰσῆλθεν δὲ Μωυσῆς καὶ διηγήσατο τῷ λαῷ πάντα τὰ ῥήματα τοῦ θεοῦ καὶ τὰ δικαιώματα· ἀπεκρίθη δὲ πᾶς ὁ λαὸς φωνῇ μιᾷ λέγοντες Πάντας τοὺς λόγους, οὓς ἐλάλησεν κύριος, ποιήσομεν καὶ ἀκουσόμεθα.
- Deutéronome 4:5ἴδετε δέδειχα ὑμῖν δικαιώματα καὶ κρίσεις, καθὰ ἐνετείλατό μοι κύριος, ποιῆσαι οὕτως ἐν τῇ γῇ, εἰς ἣν ὑμεῖς εἰσπορεύεσθε ἐκεῖ κληρονομεῖν αὐτήν·
Commentaires sur Exode 21:1
- Adam Clarke Bible Commentary · v. 1Maintenant, voici les jugements - Il y a tant de bon sens, de sentiment, d'humanité, d'équité et de justice dans les lois suivantes, qu'elles ne peuvent qu'être admirées par tout lecteur intelligent ; et elles sont si simples qu'elles n'exigent que très peu de commentaires. Les lois de ce chapitre sont appelées politiques, celles du chapitre suivant judiciaires, et sont censées avoir été remises à Moïse seul, en conséquence de la demande du peuple, Exode…Lire le commentaire
- Barnes’ Notes on the Bible · v. 1Lesarrêts - c'est-à-dire les décisions de justice.Lire le commentaire
- Commentaire concis de Matthew Henry · v. 1-11Les directives de ce chapitre se rapportent au cinquième et au sixième commandement ; bien qu'elles diffèrent de nos pratiques actuelles et qu'elles ne nous concernent pas directement, elles expliquent cependant la loi et les règles de justice morale de cette époque. Le serviteur, de par son état, était une image de l'esclavage qu'entraîne le péché et de la servitude à Satan, que l'homme subit lorsqu'il se détourne de l'adoration divine et qu'il…Lire le commentaire
- Tyndale Open Study Notes · v. 1Les termes de l'alliance sont maintenant élargis. La première section (21.1–23.19) présente des exemples précis des principes généraux énoncés dans 20.3–17. Les engagements que Dieu a pris si les Israélites respectent leur part de l'alliance sont énoncés dans 23.20–33, tout comme les bénédictions de l'obéissance.Lire le commentaire
Thèmes liés à Exode 21:1
Dans les dictionnaires
Commentaires sur Exode 21
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires