Daniel 6
LXX
Commentaires

Afficher dans le texte

Jusqu’à 5 commentaires à la fois. Chaque extrait s’ouvre en entier.

Septante (AT)

Daniel 6:14

14τότε ἀπεκρίθησαν καὶ λέγουσιν ἐνώπιον τοῦ βασιλέως Δανιηλ ὁ ἀπὸ τῶν υἱῶν τῆς αἰχμαλωσίας τῆς Ιουδαίας οὐχ ὑπετάγη τῷ δόγματί σου περὶ τοῦ ὁρισμοῦ, οὗ ἔταξας, καὶ καιροὺς τρεῖς τῆς ἡμέρας αἰτεῖ παρὰ τοῦ θεοῦ αὐτοῦ τὰ αἰτήματα αὐτοῦ.

Daniel 6:14 dans d’autres versions

Contexte de Daniel 6:14

12τότε οἱ ἄνδρες ἐκεῖνοι παρετήρησαν καὶ εὗρον τὸν Δανιηλ ἀξιοῦντα καὶ δεόμενον τοῦ θεοῦ αὐτοῦ. 13καὶ προσελθόντες λέγουσιν τῷ βασιλεῖ Βασιλεῦ, οὐχ ὁρισμὸν ἔταξας ὅπως πᾶς ἄνθρωπος, ὃς ἂν αἰτήσῃ παρὰ παντὸς θεοῦ καὶ ἀνθρώπου αἴτημα ἕως ἡμερῶν τριάκοντα ἀλλ ἢ παρὰ σοῦ, βασιλεῦ, ἐμβληθήσεται εἰς τὸν λάκκον τῶν λεόντων ; καὶ εἶπεν ὁ βασιλεύς Ἀληθινὸς ὁ λόγος, καὶ τὸ δόγμα Μήδων καὶ Περσῶν οὐ παρελεύσεται. τότε ἀπεκρίθησαν καὶ λέγουσιν ἐνώπιον τοῦ βασιλέως Δανιηλ ὁ ἀπὸ τῶν υἱῶν τῆς αἰχμαλωσίας τῆς Ιουδαίας οὐχ ὑπετάγη τῷ δόγματί σου περὶ τοῦ ὁρισμοῦ, οὗ ἔταξας, καὶ καιροὺς τρεῖς τῆς ἡμέρας αἰτεῖ παρὰ τοῦ θεοῦ αὐτοῦ τὰ αἰτήματα αὐτοῦ. 15τότε ὁ βασιλεύς, ὡς τὸ ῥῆμα ἤκουσεν, πολὺ ἐλυπήθη ἐπ αὐτῷ καὶ περὶ τοῦ Δανιηλ ἠγωνίσατο τοῦ ἐξελέσθαι αὐτὸν καὶ ἕως ἑσπέρας ἦν ἀγωνιζόμενος τοῦ ἐξελέσθαι αὐτόν. 16τότε οἱ ἄνδρες ἐκεῖνοι λέγουσιν τῷ βασιλεῖ Γνῶθι, βασιλεῦ, ὅτι δόγμα Μήδοις καὶ Πέρσαις τοῦ πᾶν ὁρισμὸν καὶ στάσιν, ἣν ἂν ὁ βασιλεὺς στήσῃ, οὐ δεῖ παραλλάξαι.

Lire Daniel 6 en entier

Daniel 6:14 mot à mot

אֱדַ֨יִן מַלְכָּ֜א כְּדִ֧י מִלְּתָ֣א שְׁמַ֗ע שַׂגִּיא֙ בְּאֵ֣שׁ עֲל֔וֹהִי וְעַ֧ל דָּנִיֵּ֛אל שָׂ֥ם בָּ֖ל לְשֵׁיזָבוּתֵ֑הּ וְעַד֙ מֶֽעָלֵ֣י שִׁמְשָׁ֔א הֲוָ֥א מִשְׁתַּדַּ֖ר לְהַצָּלוּתֵֽהּ׃Lire en interlinéaire

Mots relevés dans la LSG.

Références croisées de Daniel 6:14

Commentaires sur Daniel 6:14

Thèmes liés à Daniel 6:14

Dans les dictionnaires

Commentaires sur Daniel 6

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org