1 Samuel 21
LXX
Commentaires

Afficher dans le texte

Jusqu’à 5 commentaires à la fois. Chaque extrait s’ouvre en entier.

Septante (AT)

1 Samuel 21:9

9καὶ εἶπεν Δαυιδ πρὸς Αβιμελεχ Ἰδὲ εἰ ἔστιν ἐνταῦθα ὑπὸ τὴν χεῖρά σου δόρυ ἢ ῥομφαία, ὅτι τὴν ῥομφαίαν μου καὶ τὰ σκεύη οὐκ εἴληφα ἐν τῇ χειρί μου, ὅτι ἦν τὸ ῥῆμα τοῦ βασιλέως κατὰ σπουδήν.

1 Samuel 21:9 dans d’autres versions

Contexte de 1 Samuel 21:9

7καὶ ἔδωκεν αὐτῷ Αβιμελεχ ὁ ἱερεὺς τοὺς ἄρτους τῆς προθέσεως, ὅτι οὐκ ἦν ἐκεῖ ἄρτος ὅτι ἀλλ ἢ ἄρτοι τοῦ προσώπου οἱ ἀφῃρημένοι ἐκ προσώπου κυρίου παρατεθῆναι ἄρτον θερμὸν ᾗ ἡμέρᾳ ἔλαβεν αὐτούς. 8καὶ ἐκεῖ ἦν ἓν τῶν παιδαρίων τοῦ Σαουλ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ συνεχόμενος νεεσσαραν ἐνώπιον κυρίου, καὶ ὄνομα αὐτῷ Δωηκ ὁ Σύρος νέμων τὰς ἡμιόνους Σαουλ. καὶ εἶπεν Δαυιδ πρὸς Αβιμελεχ Ἰδὲ εἰ ἔστιν ἐνταῦθα ὑπὸ τὴν χεῖρά σου δόρυ ἢ ῥομφαία, ὅτι τὴν ῥομφαίαν μου καὶ τὰ σκεύη οὐκ εἴληφα ἐν τῇ χειρί μου, ὅτι ἦν τὸ ῥῆμα τοῦ βασιλέως κατὰ σπουδήν. 10καὶ εἶπεν ὁ ἱερεύς Ἰδοὺ ἡ ῥομφαία Γολιαθ τοῦ ἀλλοφύλου, ὃν ἐπάταξας ἐν τῇ κοιλάδι Ηλα, καὶ αὐτὴ ἐνειλημένη ἐν ἱματίῳ· εἰ ταύτην λήμψῃ σεαυτῷ, λαβέ, ὅτι οὐκ ἔστιν ἑτέρα πάρεξ ταύτης ἐνταῦθα. καὶ εἶπεν Δαυιδ Ἰδοὺ οὐκ ἔστιν ὥσπερ αὐτή, δός μοι αὐτήν. 11καὶ ἔδωκεν αὐτὴν αὐτῷ· καὶ ἀνέστη Δαυιδ καὶ ἔφυγεν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐκ προσώπου Σαουλ. Καὶ ἦλθεν Δαυιδ πρὸς Αγχους βασιλέα Γεθ.

Lire 1 Samuel 21 en entier

1 Samuel 21:9 mot à mot

וַיֹּ֣אמֶר הַכֹּהֵ֗ן חֶרֶב֩ גָּלְיָ֨ת הַפְּלִשְׁתִּ֜י אֲשֶׁר־הִכִּ֣יתָ׀ בְּעֵ֣מֶק הָאֵלָ֗ה הִנֵּה־הִ֞יא לוּטָ֣ה בַשִּׂמְלָה֮ אַחֲרֵ֣י הָאֵפוֹד֒ אִם־אֹתָ֤הּ תִּֽקַּח־לְךָ֙ קָ֔ח כִּ֣י אֵ֥ין אַחֶ֛רֶת זוּלָתָ֖הּ בָּזֶ֑ה וַיֹּ֧אמֶר דָּוִ֛ד אֵ֥ין כָּמ֖וֹהָ תְּנֶ֥נָּה לִּֽי׃Lire en interlinéaire

Mots relevés dans la LSG.

Références croisées de 1 Samuel 21:9

Commentaires sur 1 Samuel 21:9

Thèmes liés à 1 Samuel 21:9

Dans les dictionnaires

Commentaires sur 1 Samuel 21

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org