Septante (AT)
1 Rois 11:26-35
26Καὶ Ιεροβοαμ υἱὸς Ναβατ ὁ Εφραθι ἐκ τῆς Σαριρα υἱὸς γυναικὸς χήρας δοῦλος Σαλωμων,
27καὶ τοῦτο τὸ πρᾶγμα ὡς ἐπήρατο χεῖρας ἐπὶ βασιλέα Σαλωμων· ᾠκοδόμησεν τὴν ἄκραν, συνέκλεισεν τὸν φραγμὸν τῆς πόλεως Δαυιδ τοῦ πατρὸς αὐτοῦ,
28καὶ ὁ ἄνθρωπος Ιεροβοαμ ἰσχυρὸς δυνάμει, καὶ εἶδεν Σαλωμων τὸ παιδάριον ὅτι ἀνὴρ ἔργων ἐστίν, καὶ κατέστησεν αὐτὸν ἐπὶ τὰς ἄρσεις οἴκου Ιωσηφ.
29καὶ ἐγενήθη ἐν τῷ καιρῷ ἐκείνῳ καὶ Ιεροβοαμ ἐξῆλθεν ἐξ Ιερουσαλημ, καὶ εὗρεν αὐτὸν Αχιας ὁ Σηλωνίτης ὁ προφήτης ἐν τῇ ὁδῷ καὶ ἀπέστησεν αὐτὸν ἐκ τῆς ὁδοῦ· καὶ ὁ Αχιας περιβεβλημένος ἱματίῳ καινῷ, καὶ ἀμφότεροι ἐν τῷ πεδίῳ.
30καὶ ἐπελάβετο Αχια τοῦ ἱματίου αὐτοῦ τοῦ καινοῦ τοῦ ἐπ αὐτῷ καὶ διέρρηξεν αὐτὸ δώδεκα ῥήγματα
31καὶ εἶπεν τῷ Ιεροβοαμ Λαβὲ σεαυτῷ δέκα ῥήγματα, ὅτι τάδε λέγει κύριος ὁ θεὸς Ισραηλ Ἰδοὺ ἐγὼ ῥήσσω τὴν βασιλείαν ἐκ χειρὸς Σαλωμων καὶ δώσω σοι δέκα σκῆπτρα,
32καὶ δύο σκῆπτρα ἔσονται αὐτῷ διὰ τὸν δοῦλόν μου Δαυιδ καὶ διὰ Ιερουσαλημ τὴν πόλιν, ἣν ἐξελεξάμην ἐν αὐτῇ ἐκ πασῶν φυλῶν Ισραηλ,
33ἀνθ ὧν κατέλιπέν με καὶ ἐποίησεν τῇ Ἀστάρτῃ βδελύγματι Σιδωνίων καὶ τῷ Χαμως καὶ τοῖς εἰδώλοις Μωαβ καὶ τῷ βασιλεῖ αὐτῶν προσοχθίσματι υἱῶν Αμμων καὶ οὐκ ἐπορεύθη ἐν ταῖς ὁδοῖς μου τοῦ ποιῆσαι τὸ εὐθὲς ἐνώπιον ἐμοῦ ὡς Δαυιδ ὁ πατὴρ αὐτοῦ.
34καὶ οὐ μὴ λάβω ὅλην τὴν βασιλείαν ἐκ χειρὸς αὐτοῦ, διότι ἀντιτασσόμενος ἀντιτάξομαι αὐτῷ πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτοῦ, διὰ Δαυιδ τὸν δοῦλόν μου, ὃν ἐξελεξάμην αὐτόν.
35καὶ λήμψομαι τὴν βασιλείαν ἐκ χειρὸς τοῦ υἱοῦ αὐτοῦ καὶ δώσω σοι τὰ δέκα σκῆπτρα,
Commentaires sur 1 Rois 11
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires