1 Chroniques 9
LXX
Commentaires

Afficher dans le texte

Jusqu’à 5 commentaires à la fois. Chaque extrait s’ouvre en entier.

Septante (AT)

1 Chroniques 9:10-33

10Καὶ ἀπὸ τῶν ἱερέων· Ιωδαε καὶ Ιωαριμ καὶ Ιαχιν

11καὶ Αζαρια υἱὸς Χελκια υἱοῦ Μοσολλαμ υἱοῦ Σαδωκ υἱοῦ Μαραιωθ υἱοῦ Αχιτωβ ἡγούμενος οἴκου τοῦ θεοῦ

12καὶ Αδαια υἱὸς Ιρααμ υἱοῦ Πασχωρ υἱοῦ Μαλχια καὶ Μαασαια υἱὸς Αδιηλ υἱοῦ Ιεδιου υἱοῦ Μοσολλαμ υἱοῦ Μασελμωθ υἱοῦ Εμμηρ

13καὶ ἀδελφοὶ αὐτῶν ἄρχοντες οἴκων πατριῶν χίλιοι ἑπτακόσιοι ἑξήκοντα ἰσχυροὶ δυνάμει εἰς ἐργασίαν λειτουργίας οἴκου τοῦ θεοῦ.

14Καὶ ἐκ τῶν Λευιτῶν· Σαμαια υἱὸς Ασωβ υἱοῦ Εσρικαμ υἱοῦ Ασαβια ἐκ τῶν υἱῶν Μεραρι

15καὶ Βακβακαρ καὶ Αρης καὶ Γαλαλ καὶ Μανθανιας υἱὸς Μιχα υἱοῦ Ζεχρι υἱοῦ Ασαφ

16καὶ Αβδια υἱὸς Σαμια υἱοῦ Γαλαλ υἱοῦ Ιδιθων καὶ Βαραχια υἱὸς Οσσα υἱοῦ Ηλκανα ὁ κατοικῶν ἐν ταῖς κώμαις Νετωφατι.

17οἱ πυλωροί· Σαλωμ καὶ Ακουβ καὶ Ταλμαν καὶ Αιμαν καὶ ἀδελφοὶ αὐτῶν, Σαλωμ ὁ ἄρχων·

18καὶ ἕως ταύτης ἐν τῇ πύλῃ τοῦ βασιλέως κατ ἀνατολάς· αὗται αἱ πύλαι τῶν παρεμβολῶν υἱῶν Λευι.

19καὶ Σαλωμ υἱὸς Κωρη υἱοῦ Αβιασαφ υἱοῦ Κορε καὶ οἱ ἀδελφοὶ αὐτοῦ εἰς οἶκον πατρὸς αὐτοῦ, οἱ Κορῖται, ἐπὶ τῶν ἔργων τῆς λειτουργίας φυλάσσοντες τὰς φυλακὰς τῆς σκηνῆς, καὶ πατέρες αὐτῶν ἐπὶ τῆς παρεμβολῆς κυρίου φυλάσσοντες τὴν εἴσοδον.

20καὶ Φινεες υἱὸς Ελεαζαρ ἡγούμενος ἦν ἐπ αὐτῶν ἔμπροσθεν, καὶ οὗτοι μετ αὐτοῦ.

21Ζαχαριας υἱὸς Μασαλαμι πυλωρὸς τῆς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου.

22πάντες οἱ ἐκλεκτοὶ ταῖς πύλαις ἐν ταῖς πύλαις διακόσιοι καὶ δέκα δύο· οὗτοι ἐν ταῖς αὐλαῖς αὐτῶν, ὁ καταλοχισμὸς αὐτῶν· τούτους ἔστησεν Δαυιδ καὶ Σαμουηλ ὁ βλέπων τῇ πίστει αὐτῶν.

23καὶ οὗτοι καὶ οἱ υἱοὶ αὐτῶν ἐπὶ τῶν πυλῶν ἐν οἴκῳ κυρίου, ἐν οἴκῳ τῆς σκηνῆς, τοῦ φυλάσσειν.

24κατὰ τοὺς τέσσαρας ἀνέμους ἦσαν αἱ πύλαι, κατ ἀνατολάς, θάλασσαν, βορρᾶν, νότον.

25καὶ ἀδελφοὶ αὐτῶν ἐν ταῖς αὐλαῖς αὐτῶν τοῦ εἰσπορεύεσθαι κατὰ ἑπτὰ ἡμέρας ἀπὸ καιροῦ εἰς καιρὸν μετὰ τούτων·

26ὅτι ἐν πίστει εἰσὶν τέσσαρες δυνατοὶ τῶν πυλῶν. – οἱ Λευῖται ἦσαν ἐπὶ τῶν παστοφορίων καὶ ἐπὶ τῶν θησαυρῶν οἴκου τοῦ θεοῦ

27καὶ περικύκλῳ οἴκου τοῦ θεοῦ παρεμβαλοῦσιν, ὅτι ἐπ αὐτοὺς φυλακή, καὶ οὗτοι ἐπὶ τῶν κλειδῶν τὸ πρωὶ πρωὶ ἀνοίγειν τὰς θύρας τοῦ ἱεροῦ.

28καὶ ἐξ αὐτῶν ἐπὶ τὰ σκεύη τῆς λειτουργίας, ὅτι ἐν ἀριθμῷ εἰσοίσουσιν αὐτὰ καὶ ἐν ἀριθμῷ ἐξοίσουσιν αὐτά.

29καὶ ἐξ αὐτῶν καθεσταμένοι ἐπὶ τὰ σκεύη καὶ ἐπὶ πάντα τὰ σκεύη τὰ ἅγια καὶ ἐπὶ τῆς σεμιδάλεως, τοῦ οἴνου, τοῦ ἐλαίου, τοῦ λιβανωτοῦ καὶ τῶν ἀρωμάτων.

30καὶ ἀπὸ τῶν υἱῶν τῶν ἱερέων ἦσαν μυρεψοὶ τοῦ μύρου καὶ εἰς τὰ ἀρώματα.

31καὶ Ματταθιας ἐκ τῶν Λευιτῶν [οὗτος ὁ πρωτότοκος τῷ Σαλωμ τῷ Κορίτῃ] ἐν τῇ πίστει ἐπὶ τὰ ἔργα τῆς θυσίας τοῦ τηγάνου τοῦ μεγάλου ἱερέως.

32καὶ Βαναιας ὁ Κααθίτης ἐκ τῶν ἀδελφῶν αὐτῶν ἐπὶ τῶν ἄρτων τῆς προθέσεως τοῦ ἑτοιμάσαι σάββατον κατὰ σάββατον.

33καὶ οὗτοι ψαλτῳδοὶ ἄρχοντες τῶν πατριῶν τῶν Λευιτῶν, διατεταγμέναι ἐφημερίαι, ὅτι ἡμέρα καὶ νὺξ ἐπ αὐτοῖς ἐν τοῖς ἔργοις·

Lire 1 Chroniques 9 en entier

Commentaires sur 1 Chroniques 9

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org