Apocalypse 17
TR1894
Commentaires

Afficher dans le texte

Jusqu’à 5 commentaires à la fois. Chaque extrait s’ouvre en entier.

Scrivener’s Textus Receptus 1894 (NT)

Apocalypse 17:7-11

7καὶ εἶπέ μοι ὁ ἄγγελος, Διὰτί ἐθαύμασας; ἐγὼ σοι ἐρῶ τὸ μυστήριον τῆς γυναικὸς, καὶ τοῦ θηρίου τοῦ βαστάζοντος αὐτήν, τοῦ ἔχοντος τὰς ἑπτὰ κεφαλὰς καὶ τὰ δέκα κέρατα.

8τὸ θηρίον, ὃ εἶδες, ἦν, καὶ οὐκ ἔστι, καὶ μέλλει ἀναβαίνειν ἐκ τῆς ἀβύσσου, καὶ εἰς ἀπώλειαν ὑπάγειν· καὶ θαυμάσονται οἱ κατοικοῦντες ἐπὶ τῆς γῆς, ὧν οὐ γέγραπται τὰ ὀνόματα ἐπὶ τὸ βιβλίον τῆς ζωῆς, ἀπὸ καταβολῆς κόσμου, βλεπόντες τὸ θηρίον ὅ, τι ἦν, καὶ οὐκ ἔστι, καὶπερ ἔστιν.

9ὧδε ὁ νοῦς ὁ ἔχων σοφίαν. αἱ ἑπτὰ κεφαλαὶ ὄρη εἰσίν ἑπτὰ ὅπου ἡ γυνὴ κάθηται ἐπ’ αὐτῶν.

10καὶ βασιλεῖς ἑπτά εἰσιν οἱ πέντε ἔπεσαν καὶ ὁ εἷς ἔστιν ὁ ἄλλος οὔπω ἦλθε καὶ ὅταν ἔλθῃ ὀλίγον αὐτὸν δεῖ μεῖναι

11καὶ τὸ θηρίον ὃ ἦν, καὶ οὐκ ἔστι, καὶ αὐτὸς ὄγδοός ἐστι, καὶ ἐκ τῶν ἑπτά ἐστι, καὶ εἰς ἀπώλειαν ὑπάγει.

Lire Apocalypse 17 en entier

Commentaires sur Apocalypse 17