Matthieu 2
SBLGNT
Commentaires

Afficher dans le texte

Jusqu’à 5 commentaires à la fois. Chaque extrait s’ouvre en entier.

SBL NT. Grec (NT)

Matthieu 2:19-23

19Τελευτήσαντος δὲ τοῦ Ἡρῴδου ἰδοὺ ἄγγελος κυρίου ⸂φαίνεται κατ’ ὄναρ⸃ τῷ Ἰωσὴφ ἐν Αἰγύπτῳ

20λέγων· Ἐγερθεὶς παράλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ καὶ πορεύου εἰς γῆν Ἰσραήλ, τεθνήκασιν γὰρ οἱ ζητοῦντες τὴν ψυχὴν τοῦ παιδίου.

21ὁ δὲ ἐγερθεὶς παρέλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ καὶ ⸀εἰσῆλθεν εἰς γῆν Ἰσραήλ.

22ἀκούσας δὲ ὅτι Ἀρχέλαος ⸀βασιλεύει τῆς Ἰουδαίας ἀντὶ ⸂τοῦ πατρὸς αὐτοῦ Ἡρῴδου⸃ ἐφοβήθη ἐκεῖ ἀπελθεῖν· χρηματισθεὶς δὲ κατ’ ὄναρ ἀνεχώρησεν εἰς τὰ μέρη τῆς Γαλιλαίας,

23καὶ ἐλθὼν κατῴκησεν εἰς πόλιν λεγομένην Ναζαρέτ, ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ τῶν προφητῶν ὅτι Ναζωραῖος κληθήσεται.

Lire Matthieu 2 en entier

Commentaires sur Matthieu 2

SBL NT. Grec (NT) — © 2010 Society of Bible Litterature