SBL NT. Grec (NT)
Marc 1:40-45
40Καὶ ἔρχεται πρὸς αὐτὸν λεπρὸς παρακαλῶν αὐτὸν καὶ ⸀γονυπετῶν λέγων αὐτῷ ὅτι Ἐὰν θέλῃς δύνασαί με καθαρίσαι.
41⸀καὶ ⸀ὀργισθεὶς ἐκτείνας τὴν χεῖρα ⸂αὐτοῦ ἥψατο⸃ καὶ λέγει αὐτῷ· Θέλω, καθαρίσθητι·
42καὶ ⸀εὐθὺς ἀπῆλθεν ἀπ’ αὐτοῦ ἡ λέπρα, καὶ ἐκαθαρίσθη.
43καὶ ἐμβριμησάμενος αὐτῷ ⸀εὐθὺς ἐξέβαλεν αὐτόν,
44καὶ λέγει αὐτῷ· Ὅρα μηδενὶ μηδὲν εἴπῃς, ἀλλὰ ὕπαγε σεαυτὸν δεῖξον τῷ ἱερεῖ καὶ προσένεγκε περὶ τοῦ καθαρισμοῦ σου ἃ προσέταξεν Μωϋσῆς εἰς μαρτύριον αὐτοῖς.
45ὁ δὲ ἐξελθὼν ἤρξατο κηρύσσειν πολλὰ καὶ διαφημίζειν τὸν λόγον, ὥστε μηκέτι αὐτὸν δύνασθαι φανερῶς εἰς πόλιν εἰσελθεῖν, ἀλλὰ ἔξω ⸀ἐπ’ ἐρήμοις τόποις ἦν· καὶ ἤρχοντο πρὸς αὐτὸν ⸀πάντοθεν.
Commentaires sur Marc 1
SBL NT. Grec (NT) — © 2010 Society of Bible Litterature
Commentaires