SBL NT. Grec (NT)
Luc 10:1-9
1Μετὰ δὲ ταῦτα ἀνέδειξεν ὁ κύριος ⸀καὶ ἑτέρους ἑβδομήκοντα ⸀δύο καὶ ἀπέστειλεν αὐτοὺς ἀνὰ δύο ⸁δύο πρὸ προσώπου αὐτοῦ εἰς πᾶσαν πόλιν καὶ τόπον οὗ ἤμελλεν αὐτὸς ἔρχεσθαι.
2ἔλεγεν ⸀δὲ πρὸς αὐτούς· Ὁ μὲν θερισμὸς πολύς, οἱ δὲ ἐργάται ὀλίγοι· δεήθητε οὖν τοῦ κυρίου τοῦ θερισμοῦ ὅπως ⸂ἐργάτας ἐκβάλῃ⸃ εἰς τὸν θερισμὸν αὐτοῦ.
3ὑπάγετε· ⸀ἰδοὺ ἀποστέλλω ὑμᾶς ὡς ἄρνας ἐν μέσῳ λύκων.
4μὴ βαστάζετε βαλλάντιον, μὴ πήραν, ⸀μὴ ὑποδήματα, καὶ μηδένα κατὰ τὴν ὁδὸν ἀσπάσησθε.
5εἰς ἣν δ’ ἂν ⸂εἰσέλθητε οἰκίαν⸃ πρῶτον λέγετε· Εἰρήνη τῷ οἴκῳ τούτῳ.
6καὶ ἐὰν ⸂ᾖ ἐκεῖ⸃ υἱὸς εἰρήνης, ἐπαναπαήσεται ἐπ’ αὐτὸν ἡ εἰρήνη ὑμῶν· εἰ δὲ μήγε, ἐφ’ ὑμᾶς ἀνακάμψει.
7ἐν αὐτῇ δὲ τῇ οἰκίᾳ μένετε, ἐσθίοντες καὶ πίνοντες τὰ παρ’ αὐτῶν, ἄξιος γὰρ ὁ ἐργάτης τοῦ μισθοῦ ⸀αὐτοῦ. μὴ μεταβαίνετε ἐξ οἰκίας εἰς οἰκίαν.
8καὶ εἰς ἣν ἂν πόλιν εἰσέρχησθε καὶ δέχωνται ὑμᾶς, ἐσθίετε τὰ παρατιθέμενα ὑμῖν,
9καὶ θεραπεύετε τοὺς ἐν αὐτῇ ἀσθενεῖς, καὶ λέγετε αὐτοῖς· Ἤγγικεν ἐφ’ ὑμᾶς ἡ βασιλεία τοῦ θεοῦ.
Commentaires sur Luc 10
SBL NT. Grec (NT) — © 2010 Society of Bible Litterature
Commentaires