SBL NT. Grec (NT)
Galates 5:7-12
7Ἐτρέχετε καλῶς· τίς ὑμᾶς ἐνέκοψεν ⸀τῇ ἀληθείᾳ μὴ πείθεσθαι;
8ἡ πεισμονὴ οὐκ ἐκ τοῦ καλοῦντος ὑμᾶς.
9μικρὰ ζύμη ὅλον τὸ φύραμα ζυμοῖ.
10ἐγὼ πέποιθα εἰς ὑμᾶς ἐν κυρίῳ ὅτι οὐδὲν ἄλλο φρονήσετε· ὁ δὲ ταράσσων ὑμᾶς βαστάσει τὸ κρίμα, ὅστις ⸀ἐὰν ᾖ.
11ἐγὼ δέ, ἀδελφοί, εἰ περιτομὴν ἔτι κηρύσσω, τί ἔτι διώκομαι; ἄρα κατήργηται τὸ σκάνδαλον τοῦ σταυροῦ.
12ὄφελον καὶ ἀποκόψονται οἱ ἀναστατοῦντες ὑμᾶς.
Commentaires sur Galates 5
SBL NT. Grec (NT) — © 2010 Society of Bible Litterature
Commentaires