SBL NT. Grec (NT)
Actes 28:14-16
14οὗ εὑρόντες ἀδελφοὺς παρεκλήθημεν ⸀παρ’ αὐτοῖς ἐπιμεῖναι ἡμέρας ἑπτά· καὶ οὕτως εἰς τὴν Ῥώμην ἤλθαμεν.
15κἀκεῖθεν οἱ ἀδελφοὶ ἀκούσαντες τὰ περὶ ἡμῶν ⸀ἦλθαν εἰς ἀπάντησιν ἡμῖν ἄχρι Ἀππίου Φόρου καὶ Τριῶν Ταβερνῶν, οὓς ἰδὼν ὁ Παῦλος εὐχαριστήσας τῷ θεῷ ἔλαβε θάρσος.
16Ὅτε δὲ ⸀εἰσήλθομεν εἰς Ῥώμην, ⸂ἐπετράπη τῷ Παύλῳ⸃ μένειν καθ’ ἑαυτὸν σὺν τῷ φυλάσσοντι αὐτὸν στρατιώτῃ.
Commentaires sur Actes 28
SBL NT. Grec (NT) — © 2010 Society of Bible Litterature
Commentaires