SBL NT. Grec (NT)
Actes 24:17-21
17δι’ ἐτῶν δὲ πλειόνων ⸂ἐλεημοσύνας ποιήσων εἰς τὸ ἔθνος μου παρεγενόμην⸃ καὶ προσφοράς,
18ἐν ⸀αἷς εὗρόν με ἡγνισμένον ἐν τῷ ἱερῷ, οὐ μετὰ ὄχλου οὐδὲ μετὰ θορύβου,
19τινὲς δὲ ἀπὸ τῆς Ἀσίας Ἰουδαῖοι, οὓς ⸀ἔδει ἐπὶ σοῦ παρεῖναι καὶ κατηγορεῖν εἴ τι ἔχοιεν πρὸς ⸀ἐμέ,
20ἢ αὐτοὶ οὗτοι εἰπάτωσαν τί ⸀εὗρον ἀδίκημα στάντος μου ἐπὶ τοῦ συνεδρίου
21ἢ περὶ μιᾶς ταύτης φωνῆς ἧς ἐκέκραξα ⸂ἐν αὐτοῖς ἑστὼς⸃ ὅτι Περὶ ἀναστάσεως νεκρῶν ἐγὼ κρίνομαι σήμερον ⸀ἐφ’ ὑμῶν.
Commentaires sur Actes 24
SBL NT. Grec (NT) — © 2010 Society of Bible Litterature
Commentaires