1 Pierre 2
SBLGNT
Commentaires

Afficher dans le texte

Jusqu’à 5 commentaires à la fois. Chaque extrait s’ouvre en entier.

SBL NT. Grec (NT)

1 Pierre 2:1-5

1Ἀποθέμενοι οὖν πᾶσαν κακίαν καὶ πάντα δόλον καὶ ⸀ὑποκρίσεις καὶ φθόνους καὶ πάσας καταλαλιάς,

2ὡς ἀρτιγέννητα βρέφη τὸ λογικὸν ἄδολον γάλα ἐπιποθήσατε, ἵνα ἐν αὐτῷ αὐξηθῆτε ⸂εἰς σωτηρίαν⸃,

3⸀εἰ ἐγεύσασθε ὅτι χρηστὸς ὁ κύριος.

4Πρὸς ὃν προσερχόμενοι, λίθον ζῶντα, ὑπὸ ἀνθρώπων μὲν ἀποδεδοκιμασμένον παρὰ δὲ θεῷ ἐκλεκτὸν ἔντιμον

5καὶ αὐτοὶ ὡς λίθοι ζῶντες οἰκοδομεῖσθε οἶκος πνευματικὸς ⸀εἰς ἱεράτευμα ἅγιον, ἀνενέγκαι πνευματικὰς θυσίας ⸀εὐπροσδέκτους θεῷ διὰ Ἰησοῦ Χριστοῦ·

Lire 1 Pierre 2 en entier

Commentaires sur 1 Pierre 2

SBL NT. Grec (NT) — © 2010 Society of Bible Litterature