SBL NT. Grec (NT)
1 Corinthiens 16:1-7
1Περὶ δὲ τῆς λογείας τῆς εἰς τοὺς ἁγίους, ὥσπερ διέταξα ταῖς ἐκκλησίαις τῆς Γαλατίας, οὕτως καὶ ὑμεῖς ποιήσατε.
2κατὰ μίαν ⸀σαββάτου ἕκαστος ὑμῶν παρ’ ἑαυτῷ τιθέτω θησαυρίζων ὅ τι ⸀ἐὰν εὐοδῶται, ἵνα μὴ ὅταν ἔλθω τότε λογεῖαι γίνωνται.
3ὅταν δὲ παραγένωμαι, οὓς ⸀ἐὰν δοκιμάσητε δι’ ἐπιστολῶν, τούτους πέμψω ἀπενεγκεῖν τὴν χάριν ὑμῶν εἰς Ἰερουσαλήμ·
4ἐὰν δὲ ⸂ἄξιον ᾖ⸃ τοῦ κἀμὲ πορεύεσθαι, σὺν ἐμοὶ πορεύσονται.
5Ἐλεύσομαι δὲ πρὸς ὑμᾶς ὅταν Μακεδονίαν διέλθω, Μακεδονίαν γὰρ διέρχομαι,
6πρὸς ὑμᾶς δὲ τυχὸν ⸀παραμενῶ ἢ ⸀καὶ παραχειμάσω, ἵνα ὑμεῖς με προπέμψητε οὗ ἐὰν πορεύωμαι.
7οὐ θέλω γὰρ ὑμᾶς ἄρτι ἐν παρόδῳ ἰδεῖν, ἐλπίζω ⸀γὰρ χρόνον τινὰ ἐπιμεῖναι πρὸς ὑμᾶς, ἐὰν ὁ κύριος ⸀ἐπιτρέψῃ.
Commentaires sur 1 Corinthiens 16
SBL NT. Grec (NT) — © 2010 Society of Bible Litterature
Commentaires