SBL NT. Grec (NT)
1 Corinthiens 15:16-22
16εἰ γὰρ νεκροὶ οὐκ ἐγείρονται, οὐδὲ Χριστὸς ἐγήγερται·
17εἰ δὲ Χριστὸς οὐκ ἐγήγερται, ματαία ἡ πίστις ⸀ὑμῶν, ἔτι ἐστὲ ἐν ταῖς ἁμαρτίαις ὑμῶν.
18ἄρα καὶ οἱ κοιμηθέντες ἐν Χριστῷ ἀπώλοντο.
19εἰ ἐν τῇ ζωῇ ταύτῃ ⸂ἐν Χριστῷ ἠλπικότες ἐσμὲν⸃ μόνον, ἐλεεινότεροι πάντων ἀνθρώπων ἐσμέν.
20Νυνὶ δὲ Χριστὸς ἐγήγερται ἐκ νεκρῶν, ἀπαρχὴ τῶν ⸀κεκοιμημένων.
21ἐπειδὴ γὰρ δι’ ἀνθρώπου ⸀θάνατος, καὶ δι’ ἀνθρώπου ἀνάστασις νεκρῶν·
22ὥσπερ γὰρ ἐν τῷ Ἀδὰμ πάντες ἀποθνῄσκουσιν, οὕτως καὶ ἐν τῷ Χριστῷ πάντες ζῳοποιηθήσονται.
Commentaires sur 1 Corinthiens 15
SBL NT. Grec (NT) — © 2010 Society of Bible Litterature
Commentaires