Zacharie 8
LXX
Commentaires

Afficher dans le texte

Jusqu’à 5 commentaires à la fois. Chaque extrait s’ouvre en entier.

Septante (AT)

Zacharie 8:11

11καὶ νῦν οὐ κατὰ τὰς ἡμέρας τὰς ἔμπροσθεν ἐγὼ ποιῶ τοῖς καταλοίποις τοῦ λαοῦ τούτου, λέγει κύριος παντοκράτωρ,

Zacharie 8:11 dans d’autres versions

Contexte de Zacharie 8:11

9τάδε λέγει κύριος παντοκράτωρ Κατισχυέτωσαν αἱ χεῖρες ὑμῶν τῶν ἀκουόντων ἐν ταῖς ἡμέραις ταύταις τοὺς λόγους τούτους ἐκ στόματος τῶν προφητῶν, ἀφ ἧς ἡμέρας τεθεμελίωται ὁ οἶκος κυρίου παντοκράτορος, καὶ ὁ ναὸς ἀφ οὗ ᾠκοδόμηται. 10διότι πρὸ τῶν ἡμερῶν ἐκείνων ὁ μισθὸς τῶν ἀνθρώπων οὐκ ἔσται εἰς ὄνησιν, καὶ ὁ μισθὸς τῶν κτηνῶν οὐχ ὑπάρξει, καὶ τῷ ἐκπορευομένῳ καὶ τῷ εἰσπορευομένῳ οὐκ ἔσται εἰρήνη ἀπὸ τῆς θλίψεως· καὶ ἐξαποστελῶ πάντας τοὺς ἀνθρώπους ἕκαστον ἐπὶ τὸν πλησίον αὐτοῦ. καὶ νῦν οὐ κατὰ τὰς ἡμέρας τὰς ἔμπροσθεν ἐγὼ ποιῶ τοῖς καταλοίποις τοῦ λαοῦ τούτου, λέγει κύριος παντοκράτωρ, 12ἀλλ ἢ δείξω εἰρήνην· ἡ ἄμπελος δώσει τὸν καρπὸν αὐτῆς, καὶ ἡ γῆ δώσει τὰ γενήματα αὐτῆς, καὶ ὁ οὐρανὸς δώσει τὴν δρόσον αὐτοῦ, καὶ κατακληρονομήσω τοῖς καταλοίποις τοῦ λαοῦ μου πάντα ταῦτα. 13καὶ ἔσται ὃν τρόπον ἦτε ἐν κατάρᾳ ἐν τοῖς ἔθνεσιν, οἶκος Ιουδα καὶ οἶκος Ισραηλ, οὕτως διασώσω ὑμᾶς καὶ ἔσεσθε ἐν εὐλογίᾳ· θαρσεῖτε καὶ κατισχύετε ἐν ταῖς χερσὶν ὑμῶν.

Lire Zacharie 8 en entier

Zacharie 8:11 mot à mot

וְעַתָּ֗ה לֹ֣א כַיָּמִ֤ים הָרִֽאשֹׁנִים֙ אֲנִ֔י לִשְׁאֵרִ֖ית הָעָ֣ם הַזֶּ֑ה נְאֻ֖ם יְהוָ֥ה צְבָאֽוֹת׃Lire en interlinéaire

Mots relevés dans la LSG.

Références croisées de Zacharie 8:11

Commentaires sur Zacharie 8:11

Thèmes liés à Zacharie 8:11

Dans les dictionnaires

Commentaires sur Zacharie 8

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org