Septante (AT)
Zacharie 4:10-14
10διότι τίς ἐξουδένωσεν εἰς ἡμέρας μικράς ; καὶ χαροῦνται καὶ ὄψονται τὸν λίθον τὸν κασσιτέρινον ἐν χειρὶ Ζοροβαβελ. ἑπτὰ οὗτοι ὀφθαλμοὶ κυρίου εἰσὶν οἱ ἐπιβλέποντες ἐπὶ πᾶσαν τὴν γῆν.
11καὶ ἀπεκρίθην καὶ εἶπα πρὸς αὐτόν Τί αἱ δύο ἐλαῖαι αὗται αἱ ἐκ δεξιῶν τῆς λυχνίας καὶ ἐξ εὐωνύμων ;
12καὶ ἐπηρώτησα ἐκ δευτέρου καὶ εἶπα πρὸς αὐτόν Τί οἱ δύο κλάδοι τῶν ἐλαιῶν οἱ ἐν ταῖς χερσὶν τῶν δύο μυξωτήρων τῶν χρυσῶν τῶν ἐπιχεόντων καὶ ἐπαναγόντων τὰς ἐπαρυστρίδας τὰς χρυσᾶς ;
13καὶ εἶπεν πρός με Οὐκ οἶδας τί ἐστιν ταῦτα ; καὶ εἶπα Οὐχί, κύριε.
14καὶ εἶπεν Οὗτοι οἱ δύο υἱοὶ τῆς πιότητος παρεστήκασιν τῷ κυρίῳ πάσης τῆς γῆς.
Commentaires sur Zacharie 4
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires